katapi NEW STUDY BIBLE | Ecclesiasticus:2 | LXX | ||
1 | My son, if you come forward to serve the Lord, prepare yourself for temptation. | Faithfulness to God. Sir.2.1-18 | Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· | |
2 | Set your heart right and be steadfast, and do not be hasty in time of calamity. | εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· | ||
3 | Cleave to him and do not depart, that you may be honoured at the end of your life. | κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. | ||
4 | Accept whatever is brought upon you, and in changes that humble you be patient. | πᾶν, ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι, καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον· | ||
5 | For gold is tested in the fire, and acceptable men in the furnace of humiliation. | ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. | ||
6 | Trust in him, and he will help you; make your ways straight, and hope in him. | πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. | ||
7 | You who fear the Lord, wait for his mercy; and turn not aside, lest you fall. | Οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. | ||
8 | You who fear the Lord, trust in him, and your reward will not fail; | οἱ φοβούμενοι κύριον, πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. | ||
9 | you who fear the Lord, hope for good things, for everlasting joy and mercy. | οἱ φοβούμενοι κύριον, ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἔλεος. | ||
10 | Consider the ancient generations and see: who ever trusted in the Lord and was put to shame? Or who ever persevered in the fear of the Lord and was forsaken? Or who ever called upon him and was overlooked? | ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; | ||
11 | For the Lord is compassionate and merciful; he forgives sins and saves in time of affliction. | διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως. | ||
12 | Woe to timid hearts and to slack hands, and to the sinner who walks along two ways! | Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. | ||
13 | Woe to the faint heart, for it has no trust! Therefore it will not be sheltered. | οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται. | ||
14 | Woe to you who have lost your endurance! What will you do when the Lord punishes you? | οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος; | ||
15 | Those who fear the Lord will not disobey his words, and those who love him will keep his ways. | οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ. | ||
16 | Those who fear the Lord will seek his approval, and those who love him will be filled with the law. | οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου. | ||
17 | Those who fear the Lord will prepare their hearts, and will humble themselves before him. | οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν. | ||
18 | Let us fall into the hands of the Lord, but not into the hands of men; for as his majesty is, so also is his mercy. | ἐμπεσούμεθα εἰς χεῖρας κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ. | ||
<< | Ecclesiasticus: 2 | >> |
---|