katapi NEW STUDY BIBLE | Wisdom of Solomon:8 | LXX | ||
1 | She reaches mightily from one end of the earth to the other, and she orders all things well. | διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως, καὶ διοικεῖ τὰ πάντα χρηστῶς. | ||
2 | I loved her and sought her from my youth, and I desired to take her for my bride, and I became enamored of her beauty. | Solomon's love of Wisdom. Wis.8.2-21 | Ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. | |
3 | She glorifies her noble birth by living with God, and the Lord of all loves her. | εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα, καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν· | ||
4 | For she is an initiate in the knowledge of God, and an associate in his works. | μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης, καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ. | ||
5 | If riches are a desirable possession in life, what is richer than wisdom who effects all things? | εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ, τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης; | ||
6 | And if understanding is effective, who more than she is fashioner of what exists? | εἰ δὲ φρόνησις ἐργάζεται, τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις; | ||
7 | And if any one loves righteousness, her labours are virtues; for she teaches self-control and prudence, justice and courage; nothing in life is more profitable for men than these. | καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. | ||
8 | And if any one longs for wide experience, she knows the things of old, and infers the things to come; she understands turns of speech and the solutions of riddles; she has foreknowledge of signs and wonders and of the outcome of seasons and times. | εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. | ||
9 | Therefore I determined to take her to live with me, knowing that she would give me good counsel and encouragement in cares and grief. | ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν, εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν, καὶ παραίνεσις φροντίδων καὶ λύπης. | ||
10 | Because of her I shall have glory among the multitudes and honour in the presence of the elders, though I am young. | ἕξω δι' αὐτὴν δόξαν ἐν ὄχλοις, καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος· | ||
11 | I shall be found keen in judgment, and in the sight of rulers I shall be admired. | ὀξὺς εὑρεθήσομαι ἐν κρίσει, καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι· | ||
12 | When I am silent they will wait for me, and when I speak they will give heed; and when I speak at greater length they will put their hands on their mouths. | σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν, καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν. | ||
13 | Because of her I shall have immortality, and leave an everlasting remembrance to those who come after me. | ἕξω δι' αὐτὴν ἀθανασίαν, καὶ μνήμην αἰώνιον τοῖς μετ' ἐμὲ ἀπολείψω. | ||
14 | I shall govern peoples, and nations will be subject to me; | διοικήσω λαούς, καὶ ἔθνη ὑποταγήσεταί μοι· | ||
15 | dread monarchs will be afraid of me when they hear of me; among the people I shall show myself capable, and courageous in war. | φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί, ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος. | ||
16 | When I enter my house, I shall find rest with her, for companionship with her has no bitterness, and life with her has no pain, but gladness and joy. | εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ· οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς, ἀλλὰ εὐφροσύνην καὶ χαράν. | ||
17 | When I considered these things inwardly, and thought upon them in my mind, that in kinship with wisdom there is immortality, | ταῦτα λογισάμενος ἐν ἐμαυτῷ καὶ φροντίσας ἐν καρδίᾳ μου ὅτι ἀθανασία ἐστὶν ἐν συγγενείᾳ σοφίας | ||
18 | and in friendship with her, pure delight, and in the labours of her hands, unfailing wealth, and in the experience of her company, understanding, and renown in sharing her words, I went about seeking how to get her for myself. | καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ, καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς, καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις. καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς, περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν. | ||
19 | As a child I was by nature well endowed, and a good soul fell to my lot; | παῖς δὲ ἤμην εὐφυὴς, ψυχῆς τε ἔλαχον ἀγαθῆς, | ||
20 | or rather, being good, I entered an undefiled body. | μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον. | ||
21 | But I perceived that I would not possess wisdom unless God gave her to me - and it was a mark of insight to know whose gift she was - so I appealed to the Lord and besought him, and with my whole heart I said: | γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής, ἐὰν μὴ ὁ θεὸς δῷ - καὶ τοῦτο δ' ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις - , ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου | ||
<< | Wisdom of Solomon: 8 | >> |
---|