| katapi NEW STUDY BIBLE | Wisdom of Solomon:7 | LXX | ||
| 1 | I also am mortal, like all men,  a descendant of the first-formed child of earth; and in the womb of a mother I was molded into flesh,  | Solomon's wisdom. Wis.7.1-22 | Εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν,  καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου· καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ  | |
| 2 | within the period of ten months, compacted with blood,  from the seed of a man and the pleasure of marriage.  | δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι  ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης.  | ||
| 3 | And when I was born, I began to breathe the common air,  and fell upon the kindred earth, and my first sound was a cry, like that of all.  | καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα,  καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν, πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων·  | ||
| 4 | I was nursed with care in swaddling cloths. | ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν. | ||
| 5 | For no king has had a different beginning of existence; | οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν, | ||
| 6 | there is for all mankind one entrance into life, and a common departure. | μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση. | ||
| 7 | Therefore I prayed, and understanding was given me;  I called upon God, and the spirit of wisdom came to me.  | διὰ τοῦτο εὐξάμην, καὶ φρόνησις ἐδόθη μοι·  ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοφίας.  | ||
| 8 | I preferred her to scepters and thrones,  and I accounted wealth as nothing in comparison with her.  | προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· | ||
| 9 | Neither did I liken to her any priceless gem,  because all gold is but a little sand in her sight, and silver will be accounted as clay before her.  | οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον,  ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς·  | ||
| 10 | I loved her more than health and beauty,  and I chose to have her rather than light, because her radiance never ceases.  | ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν,  καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν, ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.  | ||
| 11 | All good things came to me along with her,  and in her hands uncounted wealth.  | ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ' αὐτῆς,  καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς·  | ||
| 12 | I rejoiced in them all, because wisdom leads them;  but I did not know that she was their mother.  | εὐφράνθην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοφία,  ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων.  | ||
| 13 | I learned without guile and I impart without grudging;  I do not hide her wealth,  | ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι,  τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι·  | ||
| 14 | for it is an unfailing treasure for men;  those who get it obtain friendship with God, commended for the gifts that come from instruction.  | ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις,  ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν, διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.  | ||
| 15 | May God grant that I speak with judgment  and have thought worthy of what I have received, for he is the guide even of wisdom and the corrector of the wise.  | Ἑμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην  καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων, ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής.  | ||
| 16 | For both we and our words are in his hand,  as are all understanding and skill in crafts.  | ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν,  πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.  | ||
| 17 | For it is he who gave me unerring knowledge of what exists,  to know the structure of the world and the activity of the elements;  | αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ,  εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων,  | ||
| 18 | the beginning and end and middle of times,  the alternations of the solstices and the changes of the seasons,  | ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων,  τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν,  | ||
| 19 | the cycles of the year and the constellations of the stars, | ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις, | ||
| 20 | the natures of animals and the tempers of wild beasts,  the powers of spirits and the reasonings of men, the varieties of plants and the virtues of roots;  | φύσεις ζῴων καὶ θυμοὺς θηρίων,  πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν,  | ||
| 21 | I learned both what is secret and what is manifest,  for wisdom, the fashioner of all things, taught me.  | ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων·  ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία.  | ||
| 22 | For in her there is a spirit that is intelligent,  holy, unique, manifold, subtle, mobile, clear, unpolluted, distinct, invulnerable, loving the good, keen, irresistible,  | The nature of Wisdom. Wis.7.22-8.1 | Ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον,  μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, ἀμόλυντον, σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ,  | |
| 23 | beneficent, humane, steadfast,  sure, free from anxiety, all-powerful, overseeing all, and penetrating through all spirits that are intelligent and pure and most subtle.  | ἀκώλυτον, εὐεργετικόν, φιλάνθρωπον,  βέβαιον, ἀσφαλές, ἀμέριμνον, παντοδύναμον, πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων.  | ||
| 24 | For wisdom is more mobile than any motion;  because of her pureness she pervades and penetrates all things.  | πάσης γὰρ κινήσεως κινητικώτερον σοφία,  διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα·  | ||
| 25 | For she is a breath of the power of God,  and a pure emanation of the glory of the Almighty; therefore nothing defiled gains entrance into her.  | ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως,  καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.  | ||
| 26 | For she is a reflection of eternal light,  a spotless mirror of the working of God, and an image of his goodness.  | ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου,  καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.  | ||
| 27 | Though she is but one, she can do all things,  and while remaining in herself, she renews all things; in every generation she passes into holy souls and makes them friends of God, and prophets;  | μία δὲ οὖσα πάντα δύναται,  καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει, καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει·  | ||
| 28 | for God loves nothing so much as the man who lives with wisdom. | οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα. | ||
| 29 | For she is more beautiful than the sun,  and excels every constellation of the stars. Compared with the light she is found to be superior,  | ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου,  καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν. φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα·  | ||
| 30 | for it is succeeded by the night,  but against wisdom evil does not prevail.  | τοῦτο μὲν γὰρ διαδέχεται νύξ,  σοφίας δὲ οὐ κατισχύει κακία.  | ||
| << | Wisdom of Solomon: 7 | | ||||
|---|---|---|---|---|