katapi NEW STUDY BIBLE | Wisdom of Solomon:2 | LXX | ||
1 | For they reasoned unsoundly, saying to themselves, "Short and sorrowful is our life, and there is no remedy when a man comes to his end, and no one has been known to return from Hades. | Wicked thinking. Wis.2.1-24 | εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὀρθῶς Ὀλίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου, καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου. | |
2 | Because we were born by mere chance, and hereafter we shall be as though we had never been; because the breath in our nostrils is smoke, and reason is a spark kindled by the beating of our hearts. | ὅτι αὐτοσχεδίως ἐγενήθημεν, καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες· ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν, καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν, | ||
3 | When it is extinguished, the body will turn to ashes, and the spirit will dissolve like empty air. | οὗ σβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα, καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀήρ. | ||
4 | Our name will be forgotten in time and no one will remember our works; our life will pass away like the traces of a cloud, and be scattered like mist that is chased by the rays of the sun and overcome by its heat. | καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ, καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν· καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης, καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα. | ||
5 | For our allotted time is the passing of a shadow, and there is no return from our death, because it is sealed up and no one turns back. | σκιᾶς γὰρ πάροδος ὁ καιρὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν, ὅτι κατεσφραγίσθη καὶ οὐδεὶς ἀναστρέφει. | ||
6 | "Come, therefore, let us enjoy the good things that exist, and make use of the creation to the full as in youth. | δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν, καὶ χρησώμεθα τῇ κτίσει ὡς ἐν νεότητι σπουδαίως· | ||
7 | Let us take our fill of costly wine and perfumes, and let no flower of spring pass by us. | οἴνου πολυτελοῦς καὶ μύρων πλησθῶμεν, καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἔαρος· | ||
8 | Let us crown ourselves with rosebuds before they wither. | στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι· | ||
9 | Let none of us fail to share in our revelry, everywhere let us leave signs of enjoyment, because this is our portion, and this our lot. | μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας, πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης, ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος. | ||
10 | Let us oppress the righteous poor man; let us not spare the widow nor regard the gray hairs of the aged. | καταδυναστεύσωμεν πένητα δίκαιον, μὴ φεισώμεθα χήρας, μηδὲ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους· | ||
11 | But let our might be our law of right, for what is weak proves itself to be useless. | ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης, τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται. | ||
12 | "Let us lie in wait for the righteous man, because he is inconvenient to us and opposes our actions; he reproaches us for sins against the law, and accuses us of sins against our training. | ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν· | ||
13 | He professes to have knowledge of God, and calls himself a child of the Lord. | ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ, καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει· | ||
14 | He became to us a reproof of our thoughts; the very sight of him is a burden to us, | ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν, βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, | ||
15 | because his manner of life is unlike that of others, and his ways are strange. | ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ· | ||
16 | We are considered by him as something base, and he avoids our ways as unclean; he calls the last end of the righteous happy, and boasts that God is his father. | εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν· μακαρίζει ἔσχατα δικαίων καὶ ἀλαζονεύεται πατέρα θεόν. | ||
17 | Let us see if his words are true, and let us test what will happen at the end of his life; | ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ· | ||
18 | for if the righteous man is God's son, he will help him, and will deliver him from the hand of his adversaries. | εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντιλήμψεται αὐτοῦ, καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων. | ||
19 | Let us test him with insult and torture, that we may find out how gentle he is, and make trial of his forbearance. | ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ· | ||
20 | Let us condemn him to a shameful death, for, according to what he says, he will be protected." | θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν, ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. | ||
21 | Thus they reasoned, but they were led astray, for their wickedness blinded them, | Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν, | ||
22 | and they did not know the secret purposes of God, nor hope for the wages of holiness, nor discern the prize for blameless souls; | καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ, οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος, οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων. | ||
23 | for God created man for incorruption, and made him in the image of his own eternity, | ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπ' ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν· | ||
24 | but through the devil's envy death entered the world, and those who belong to his party experience it. | φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες. | ||
<< | Wisdom of Solomon: 2 | >> |
---|