|
| katapi NEW STUDY BIBLE | Judith:7 | LXX |
|
|
1 |
The next day Holofernes ordered his whole army, and all the allies who had joined him, to break camp and move against Bethulia, and to seize the passes up into the hill country and make war on the Israelites. | The seige of Bethulia. Jdth.7.1-32 | Τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ, οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ. |
2 |
So all their warriors moved their camp that day; their force of men of war was one hundred and seventy thousand infantry and twelve thousand cavalry, together with the baggage and the foot soldiers handling it, a very great multitude. | | καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν, οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα. |
3 |
They encamped in the valley near Bethulia, beside the spring, and they spread out in breadth over Dothan as far as Balbaim and in length from Bethulia to Cyamon, which faces Esdraelon. | | καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαιμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος, ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων. |
4 |
When the Israelites saw their vast numbers they were greatly terrified, and every one said to his neighbour, "These men will now lick up the face of the whole land; neither the high mountains nor the valleys nor the hills will bear their weight." | | οἱ δὲ υἱοὶ Ισραηλ, ὡς εἶδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν. |
5 |
Then each man took up his weapons, and when they had kindled fires on their towers they remained on guard all that night. | | καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην. |
6 |
On the second day Holofernes led out all his cavalry in full view of the Israelites in Bethulia, | | τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ολοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ισραηλ, οἳ ἦσαν ἐν Βαιτυλουα, |
7 |
and examined the approaches to the city, and visited the springs that supplied their water, and seized them and set guards of soldiers over them, and then returned to his army. | | καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ. - |
8 |
Then all the chieftains of the people of Esau and all the leaders of the Moabites and the commanders of the coastland came to him and said, | | καὶ προσελθόντες αὐτῷ πάντες ἄρχοντες υἱῶν Ησαυ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωαβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν |
9 |
"Let our lord hear a word, lest his army be defeated. | | Ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου. |
10 |
For these people, the Israelites, do not rely on their spears but on the height of the mountains where they live, for it is not easy to reach the tops of their mountains. | | ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ισραηλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν, ἀλλ' ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν. |
11 |
Therefore, my lord, do not fight against them in battle array, and not a man of your army will fall. | | καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς. |
12 |
Remain in your camp, and keep all the men in your forces with you; only let your servants take possession of the spring of water that flows from the foot of the mountain - | | ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος, ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους, |
13 |
for this is where all the people of Bethulia get their water. So thirst will destroy them, and they will give up their city. We and our people will go up to the tops of the nearby mountains and camp there to keep watch that not a man gets out of the city. | | διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ' αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα. |
14 |
They and their wives and children will waste away with famine, and before the sword reaches them they will be strewn about in the streets where they live. | | καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπ' αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν. |
15 |
So you will pay them back with evil, because they rebelled and did not receive you peaceably." | | καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνθ' ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ. - |
16 |
These words pleased Holofernes and all his servants, and he gave orders to do as they had said. | | καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν. |
17 |
So the army of the Ammonites moved forward, together with five thousand Assyrians, and they encamped in the valley and seized the water supply and the springs of the Israelites. | | καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Αμμων καὶ μετ' αὐτῶν χιλιάδες πέντε υἱῶν Ασσουρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ισραηλ. |
18 |
And the sons of Esau and the sons of Ammon went up and encamped in the hill country opposite Dothan; and they sent some of their men toward the south and the east, toward Acraba, which is near Chusi beside the brook Mochmur. The rest of the Assyrian army encamped in the plain, and covered the whole face of the land, and their tents and supply trains spread out in great number, and they formed a vast multitude. | | καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαιμ. καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ, ἥ ἐστιν πλησίον Χους, ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ. καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα. |
19 |
The people of Israel cried out to the Lord their God, for their courage failed, because all their enemies had surrounded them and there was no way of escape from them. | | Καὶ οἱ υἱοὶ Ισραηλ ἀνεβόησαν πρὸς κύριον θεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησεν τὸ πνεῦμα αὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν. |
20 |
The whole Assyrian army, their infantry, chariots, and cavalry, surrounded them for thirty-four days, until all the vessels of water belonging to every inhabitant of Bethulia were empty; | | καὶ ἔμεινεν κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ασσουρ, οἱ πεζοὶ καὶ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριάκοντα τέσσαρας. καὶ ἐξέλιπεν πάντας τοὺς κατοικοῦντας Βαιτυλουα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων, |
21 |
their cisterns were going dry, and they did not have enough water to drink their fill for a single day, because it was measured out to them to drink. | | καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν. |
22 |
Their children lost heart, and the women and young men fainted from thirst and fell down in the streets of the city and in the passages through the gates; there was no strength left in them any longer. | | καὶ ἠθύμησεν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς. - |
23 |
Then all the people, the young men, the women, and the children, gathered about Uzziah and the rulers of the city and cried out with a loud voice, and said before all the elders, | | καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Οζιαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων |
24 |
"God be judge between you and us! For you have done us a great injury in not making peace with the Assyrians. | | Κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱῶν Ασσουρ. |
25 |
For now we have no one to help us; God has sold us into their hands, to strew us on the ground before them with thirst and utter destruction. | | καὶ νῦν οὐκ ἔστιν ὁ βοηθὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμᾶς ὁ θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ. |
26 |
Now call them in and surrender the whole city to the army of Holofernes and to all his forces, to be plundered. | | καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ολοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ. |
27 |
For it would be better for us to be captured by them; for we will be slaves, but our lives will be spared, and we shall not witness the death of our babes before our eyes, or see our wives and children draw their last breath. | | κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν· ἐσόμεθα γὰρ εἰς δούλους, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν. |
28 |
We call to witness against you heaven and earth and our God, the Lord of our fathers, who punishes us according to our sins and the sins of our fathers. Let him not do this day the things which we have described!" | | μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον. |
29 |
Then great and general lamentation arose throughout the assembly, and they cried out to the Lord God with a loud voice. | | καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδόν, καὶ ἐβόησαν πρὸς κύριον τὸν θεὸν φωνῇ μεγάλῃ. - |
30 |
And Uzziah said to them, "Have courage, my brothers! Let us hold out for five more days; by that time the Lord our God will restore to us his mercy, for he will not forsake us utterly. | | καὶ εἶπεν πρὸς αὐτοὺς Οζιας Θαρσεῖτε, ἀδελφοί, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας, ἐν αἷς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος· |
31 |
But if these days pass by, and no help comes for us, I will do what you say." | | ἐὰν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφ' ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν. |
32 |
Then he dismissed the people to their various posts, and they went up on the walls and towers of their city. The women and children he sent home. And they were greatly depressed in the city. | | καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν, καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλαν· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει. |
|
|
<< | Judith: 7 | >> |
|