|
| katapi NEW STUDY BIBLE | Judith:3 | LXX |
|
|
1 |
So they sent messengers to sue for peace, and said, | The peace delegation to king Nebuchadnezzar. Jdth.3.1-10 | καὶ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς λέγοντες |
2 |
"Behold, we the servants of Nebuchadnezzar, the Great King, lie prostrate before you. Do with us whatever you will. | | Ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονοσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστιν τῷ προσώπῳ σου· |
3 |
Behold, our buildings, and all our land, and all our wheat fields, and our flocks and herds, and all our sheepfolds with their tents, lie before you; do with them whatever you please. | | ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν καὶ πᾶς τόπος ἡμῶν καὶ πᾶν πεδίον πυρῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου, χρῆσαι καθὸ ἂν ἀρέσκῃ σοι· |
4 |
Our cities also and their inhabitants are your slaves; come and deal with them in any way that seems good to you." | | ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοι σοί εἰσιν, ἐλθὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. |
5 |
The men came to Holofernes and told him all this. | | καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ολοφέρνην καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα. |
6 |
Then he went down to the seacoast with his army and stationed garrisons in the hilltop cities and took picked men from them as his allies. | | καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ καὶ ἐφρούρωσε τὰς πόλεις τὰς ὑψηλὰς καὶ ἔλαβεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους· |
7 |
And these people and all in the country round about welcomed him with garlands and dances and tambourines. | | καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων. |
8 |
And he demolished all their shrines and cut down their sacred groves; for it had been given to him to destroy all the gods of the land, so that all nations should worship Nebuchadnezzar only, and all their tongues and tribes should call upon him as god. | | καὶ κατέσκαψεν πάντα τὰ ὅρια αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψεν, καὶ ἦν δεδομένον αὐτῷ ἐξολεθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονοσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν. |
9 |
Then he came to the edge of Esdraelon, near Dothan, fronting the great ridge of Judea; | | καὶ ἦλθεν κατὰ πρόσωπον Εσδρηλων πλησίον τῆς Δωταιας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ιουδαίας, |
10 |
here he camped between Geba and Scythopolis, and remained for a whole month in order to assemble all the supplies for his army. | | καὶ κατεστρατοπέδευσαν ἀνὰ μέσον Γαιβαι καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ. |
|
|
<< | Judith: 3 | >> |
|