|
| katapi NEW STUDY BIBLE | Judith:12 | LXX |
|
|
1 |
Then he commanded them to bring her in where his silver dishes were kept, and ordered them to set a table for her with some of his own food and to serve her with his own wine. | Holofernes' banquet. Jdth.12.1-13.10 | Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν. |
2 |
But Judith said, "I cannot eat it, lest it be an offence; but I will be provided from the things I have brought with me." | | καὶ εἶπεν Ιουδιθ Οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ' ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται. |
3 |
Holofernes said to her, "If your supply runs out, where can we get more like it for you? For none of your people is here with us." | | καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Ἑὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστιν μεθ' ἡμῶν ἐκ τοῦ γένους σου. |
4 |
Judith replied, "As your soul lives, my lord, your servant will not use up the things I have with me before the Lord carries out by my hand what he has determined to do." | | καὶ εἶπεν Ιουδιθ πρὸς αὐτόν Ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ' ἐμοῦ, ἕως ἂν ποιήσῃ κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο. |
5 |
Then the servants of Holofernes brought her into the tent, and she slept until midnight. Along toward the morning watch she arose | | καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν. |
6 |
and sent to Holofernes and said, "Let my lord now command that your servant be permitted to go out and pray." | | καὶ ἀπέστειλεν πρὸς Ολοφέρνην λέγουσα Ἑπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν· |
7 |
So Holofernes commanded his guards not to hinder her. And she remained in the camp for three days, and went out each night to the valley of Bethulia, and bathed at the spring in the camp. | | καὶ προσέταξεν Ολοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· |
8 |
When she came up from the spring she prayed the Lord God of Israel to direct her way for the raising up of her people. | | καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ισραηλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ· |
9 |
So she returned clean and stayed in the tent until she ate her food toward evening. | | καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν. |
10 |
On the fourth day Holofernes held a banquet for his slave only, and did not invite any of his officers. | | Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ολοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις. |
11 |
And he said to Bagoas, the eunuch who had charge of his personal affairs, "Go now and persuade the Hebrew woman who is in your care to join us and eat and drink with us. | | καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ Πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Εβραίαν, ἥ ἐστιν παρὰ σοί, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθ' ἡμῶν· |
12 |
For it will be a disgrace if we let such a woman go without enjoying her company, for if we do not embrace her she will laugh at us." | | ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν. |
13 |
So Bagoas went out from the presence of Holofernes, and approached her and said, "This beautiful maidservant will please come to my lord and be honoured in his presence, and drink wine and be merry with us, and become today like one of the daughters of the Assyrians who serve in the house of Nebuchadnezzar." | | καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ολοφέρνου καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν Μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πίεσαι μεθ' ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ασσουρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσορ. |
14 |
And Judith said, "Who am I, to refuse my lord? Surely whatever pleases him I will do at once, and it will be a joy to me until the day of my death!" | | καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ Καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν, ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστόν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου. |
15 |
So she got up and arrayed herself in all her woman's finery, and her maid went and spread on the ground for her before Holofernes the soft fleeces which she had received from Bagoas for her daily use, so that she might recline on them when she ate. | | καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ, καὶ προσῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ολοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ' αὐτῶν. |
16 |
Then Judith came in and lay down, and Holofernes' heart was ravished with her and he was moved with great desire to possess her; for he had been waiting for an opportunity to deceive her, ever since the day he first saw her. | | καὶ εἰσελθοῦσα ἀνέπεσεν Ιουδιθ, καὶ ἐξέστη ἡ καρδία Ολοφέρνου ἐπ' αὐτήν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ' αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ' ἧς ἡμέρας εἶδεν αὐτήν. |
17 |
So Holofernes said to her. "Drink now, and be merry with us!" | | καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Πίε δὴ καὶ γενήθητι μεθ' ἡμῶν εἰς εὐφροσύνην. |
18 |
Judith said, "I will drink now, my lord, because my life means more to me today than in all the days since I was born." | | καὶ εἶπεν Ιουδιθ Πίομαι δή, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου. |
19 |
Then she took and ate and drank before him what her maid had prepared. | | καὶ λαβοῦσα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς. |
20 |
And Holofernes was greatly pleased with her, and drank a great quantity of wine, much more than he had ever drunk in any one day since he was born. | | καὶ ηὐφράνθη Ολοφέρνης ἀπ' αὐτῆς καὶ ἔπιεν οἶνον πολὺν σφόδρα, ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφ' οὗ ἐγεννήθη. |
|
|
<< | Judith: 12 | >> |
|