katapi NEW STUDY BIBLE | Tobit:8 | LXX | ||
1 | When they had finished eating, they escorted Tobias in to her. | The demon expelled. Tob.8.1-3 | Ὅτε δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβιαν πρὸς αὐτήν. | |
2 | As he went he remembered the words of Raphael, and he took the live ashes of incense and put the heart and liver of the fish upon them and made a smoke. | ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν. | ||
3 | And when the demon smelled the odour he fled to the remotest parts of Egypt, and the angel bound him. | ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου, καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος. | ||
4 | When the door was shut and the two were alone, Tobias got up from the bed and said, "Sister, get up, and let us pray that the Lord may have mercy upon us." | Tobias' prayer. Tob.8.4-9 | ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν Ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα, ἵνα ἡμᾶς ἐλεήσῃ ὁ κύριος. | |
5 | And Tobias began to pray, "Blessed are you, O God of our fathers, | καὶ ἤρξατο Τωβιας λέγειν Εὐλογητὸς εἶ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου. | ||
6 | You made Adam and gave him Eve his wife as a helper and support. From them the race of mankind has sprung. You said, `It is not good that the man should be alone; let us make a helper for him like himself.' | σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ. | ||
7 | And now, O Lord, I am not taking this sister of mine because of lust, but with sincerity. Grant that I may find mercy and may grow old together with her." | καὶ νῦν, κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλ' ἐπ' ἀληθείας· ἐπίταξον ἐλεῆσαί με καὶ ταύτῃ συγκαταγηρᾶσαι. | ||
8 | And she said with him, "Amen." | καὶ εἶπεν μετ' αὐτοῦ Αμην. | ||
9 | Then they both went to sleep for the night. But Raguel arose and went and dug a grave, | Anxious parents. Tob.8.9-15 | καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα. | |
10 | with the thought, "Perhaps he too will die." | Καὶ ἀναστὰς Ραγουηλ ἐπορεύθη καὶ ὤρυξεν τάφον λέγων Μὴ καὶ οὗτος ἀποθάνῃ. | ||
11 | Then Raguel went into his house | καὶ ἦλθεν Ραγουηλ εἰς τὴν οἰκίαν ἑαυτοῦ | ||
12 | and said to his wife Edna, "Send one of the maids to see whether he is alive; and if he is not, let us bury him without any one knowing about it." | καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ Ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ. | ||
13 | So the maid opened the door and went in, and found them both asleep. | καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρεν τοὺς δύο καθεύδοντας. | ||
14 | And she came out and told them that he was alive. | καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ. | ||
15 | Then Raguel blessed God and said, "Blessed are you, O God, with every pure and holy blessing. | Raguel's prayer. Tob.8.15-18 | καὶ εὐλόγησεν Ραγουηλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σύ, ὁ θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας. | |
16 | Blessed are you, because you have made me glad. It has not happened to me as I expected; but you have treated us according to your great mercy. | εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ' ἡμῶν. | ||
17 | Blessed are you, because you have had compassion on two only children. Show them mercy, O Lord; and bring their lives to fulfilment in health and happiness and mercy." | εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους. | ||
18 | Then he ordered his servants to fill in the grave. | ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον. | ||
19 | After this he gave a wedding feast for them which lasted fourteen days. | The wedding feast. Tob.8.19-21 | Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων. | |
20 | And before the days of the feast were over, Raguel declared by oath to Tobias that he should not leave until the fourteen days of the wedding feast were ended, | καὶ εἶπεν αὐτῷ Ραγουηλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτόν, ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου, | ||
21 | that then he should take half of Raguel's property and return in safety to his father, and that the rest would be his "when my wife and I die." | καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγιείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπά, ὅταν ἀποθάνω καὶ ἡ γυνή μου. | ||
<< | Tobit: 8 | |
---|