|
| | The Septuagint (Brenton) | Genesis:10 | LXX |
|
|
| 1 |
Now these [are] the generations of the sons of Noe, Sem, Cham, Japheth; and sons were born to them after the flood. | Generation - Noah. Gn.10.1-32 | 1Chr.1.5-23 | Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νωε, Σημ, Χαμ, Ιαφεθ, καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν. |
| 2 |
The sons of Japheth, Gamer, and Magog, and Madoi, and Jovan, and Elisa, and Thobel, and Mosoch, and Thiras. | | Υἱοὶ Ιαφεθ· Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας. |
| 3 |
And the sons of Gamer, Aschanaz, and Riphath, and Thorgama. | | καὶ υἱοὶ Γαμερ· Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα. |
| 4 |
And the sons of Jovan, Elisa, and Tharseis, Cetians, Rhodians. | | καὶ υἱοὶ Ιωυαν· Ελισα καὶ Θαρσις, Κίτιοι, Ῥόδιοι. |
| 5 |
From these were the islands of the Gentiles divided in their land, each according to his tongue, in their tribes and in their nations. | | ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. |
| 6 |
And the sons of Cham, Chus, and Mesrain, Phud, and Chanaan. | | Υἱοὶ δὲ Χαμ· Χους καὶ Μεσραιμ, Φουδ καὶ Χανααν. |
| 7 |
And the sons of Chus, Saba, and Evila, and Sabatha, and Rhegma, and Sabathaca. And the sons of Rhegma, Saba, and Dadan. | | υἱοὶ δὲ Χους· Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα. υἱοὶ δὲ Ρεγμα· Σαβα καὶ Δαδαν. |
| 8 |
And Chus begot Nebrod: he began to be a giant upon the earth. | | Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς· |
| 9 |
He was a giant hunter before the Lord God; therefore they say, As Nebrod the giant hunter before the Lord. | | οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ· διὰ τοῦτο ἐροῦσιν Ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου. |
| 10 |
And the beginning of his kingdom was Babylon, and Orech, and Archad, and Chalanne, in the land of Senaar. | | καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τῇ γῇ Σεννααρ. |
| 11 |
Out of that land came Assur, and built Ninevi, and the city Rhooboth, and Chalach, | | ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ασσουρ καὶ ᾠκοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ |
| 12 |
and Dase between Ninevi and Chalach: this is the great city. | | καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ· αὕτη ἡ πόλις ἡ μεγάλη. - |
| 13 |
And Mesrain begot the Ludiim, and the Nephthalim, and the Enemetiim, and the Labiim, | | καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ |
| 14 |
and the Patrosoniim, and the Chasmoniim (whence came forth Phylistiim) and the Gaphthoriim. | | καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιιμ, καὶ τοὺς Καφθοριιμ. - |
| 15 |
And Chanaan begot Sidon his fist-born, and the Chettite, | | Χανααν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον |
| 16 |
and the Jebusite, and the Amorite, and the Girgashite, | | καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον |
| 17 |
and the Evite, and the Arukite, and the Asennite, | | καὶ τὸν Ευαῖον καὶ τὸν Αρουκαῖον καὶ τὸν Ασενναῖον |
| 18 |
and the Aradian, and the Samarean, and the Amathite; and after this the tribes of the Chananites were dispersed. | | καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Αμαθι. καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων, |
| 19 |
And the boundaries of the Chananites were from Sidon till one comes to Gerara and Gaza, till one comes to Sodom and Gomorrha, Adama and Seboim, as far as Dasa. | | καὶ ἐγένοντο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρα καὶ Γάζαν, ἕως ἐλθεῖν Σοδομων καὶ Γομορρας, Αδαμα καὶ Σεβωιμ, ἕως Λασα. - |
| 20 |
There [were] the sons of Cham in their tribes according to their tongues, in their countries, and in their nations. | | οὗτοι υἱοὶ Χαμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. |
| 21 |
And to Sem himself also were children born, the father of all the sons of Heber, the brother of Japheth the elder. | | Καὶ τῷ Σημ ἐγενήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν Εβερ, ἀδελφῷ Ιαφεθ τοῦ μείζονος. |
| 22 |
Sons of Sem, Elm, and Assur, and Arphaxad, and Lud, and Aram, and Cainan. | | υἱοὶ Σημ· Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ καὶ Λουδ καὶ Αραμ καὶ Καιναν. |
| 23 |
And sons of Aram, Uz, and Ul, and Gater, and Mosoch. | | καὶ υἱοὶ Αραμ· Ως καὶ Ουλ καὶ Γαθερ καὶ Μοσοχ. |
| 24 |
And Arphaxad begot Cainan, and Cainan begot Sala. And Sala begot Heber. | | καὶ Αρφαξαδ ἐγέννησεν τὸν Καιναν, καὶ Καιναν ἐγέννησεν τὸν Σαλα, Σαλα δὲ ἐγέννησεν τὸν Εβερ. |
| 25 |
And to Heber were born two sons, the name of the one, Phaleg, because in his days the earth was divided, and the name of his brother Jektan. | | καὶ τῷ Εβερ ἐγενήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλεκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιεκταν. |
| 26 |
And Jektan begot Elmodad, and Saleth, and Sarmoth, and Jarach, | | Ιεκταν δὲ ἐγέννησεν τὸν Ελμωδαδ καὶ τὸν Σαλεφ καὶ Ασαρμωθ καὶ Ιαραχ |
| 27 |
and Odorrha, and Aibel, and Decla, | | καὶ Οδορρα καὶ Αιζηλ καὶ Δεκλα |
| 28 |
Eval, and Abimael, and Saba, | | καὶ Αβιμεηλ καὶ Σαβευ |
| 29 |
and Uphir, and Evila, and Jobab, all these were the sons of Jektan. | | καὶ Ουφιρ καὶ Ευιλα καὶ Ιωβαβ. πάντες οὗτοι υἱοὶ Ιεκταν. |
| 30 |
And their dwelling was from Masse, till one comes to Saphera, a mountain of the east. | | καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασση ἕως ἐλθεῖν εἰς Σωφηρα, ὄρος ἀνατολῶν. |
| 31 |
These were the sons of Sem in their tribes, according to their tongues, in their countries, and in their nations. | | οὗτοι υἱοὶ Σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. |
| 32 |
These are the tribes of the sons of Noe, according to their generations, according to their nations: of them were the islands of the Gentiles scattered over the earth after the flood. | | Αὗται αἱ φυλαὶ υἱῶν Νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν. |
| |
|
<< | Genesis: 10 | >> |
|