katapi New Study Bible - select-a-version
<< >> katapi HOME The Septuagint - OLD TESTAMENT
about ΨΑΛΜΟΙ | Lxx: contents | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

54ΨΑΛΜΟΙ

Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ Song for the Distressed. Psalm 54(v53)
ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμῖν;  
1 Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με,
καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
 
2 ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

 
3 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ,
καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου·
οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα.

 
4 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι,
καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.

 
5 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου·
ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς.

 
6 ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν·

 
7 ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με,
καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

 
    << | Ψ:54 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.