katapi New Study Bible - select-a-version
<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT
about ΚΑΤΑ ΙΩΑΝΝΗΝ | GNT: contents | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

20ΚΑΤΑ ΙΩΑΝΝΗΝ

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἐρχεται πρωῒ σκοτίας ἐτι οὐσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. The Resurrection of Jesus Jn.20.1-10 (the garden) - Passover, c.30ce[ Jn.20.1-10 → ] - Mk.28.1-10, Mk.16.1-8, Lk.24.1-12
2 τρέχει οὖν καὶ ἐρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἀλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἰδαμεν ποῦ ἐθη καν αὐτόν.  
3 Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἀλλος μαθητής, καὶ ἠρχοντο εἰς τὸ μνημεῖον.  
4 ἐτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἀλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,

 
5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.  
6 ἐρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,  
7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἑνα τόπον.  
8 τότε οὖν εἰσῆλθεν καὶ ὁ ἀλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν·

 
9 οὐδέπω γὰρ ᾐδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.  
10 ἀπῆλθον οὖν πάλιν πρὸς αὐτοὺς οἱ μαθηταί.

 
11 Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἐξω κλαίουσα. ὡς οὖν ἐκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον,

The Appearance of Jesus to Mary Magdalene Jn.22.11-18[ Jn.22.11-18 → ] - Mk.16.9-11
12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἑνα πρὸς τῇ κεφαλῇ καὶ ἑνα πρὸς τοῖς ποσίν, ὁπου ἐκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.  
13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἐθηκαν αὐτόν.  
14 ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾐδει ὅτι Ἰησοῦς ἐστιν.  
15 λέγει αὐτῇ Ἰησοῦς, Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἐθηκας αὐτόν, κἀγὼ αὐ τὸν ἀρῶ.  
16 λέγει αὐτῇ Ἰησοῦς, Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί, Ραββουνι (ὃ λέγεται Διδάσκαλε.)  
17 λέγει αὐτῇ Ἰησοῦς, Μή μου ἀπτου, οὐπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.

 
18 ἐρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι Ἑώρακα τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

 
19 Οὐσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὁπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἐστη εἰς τὸ με σον καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. The Appearance of Jesus to the Disciples Jn.20.19-23 (Jerusalem) -[ Jn.20.19-23 → ] - Mt.28.16-20, Mk.16.14-18, Lk.24.36-49, Ac.1.6-8
20 καὶ τοῦτο εἰπὼν ἐδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.  
21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν, Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.

 
22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς, Λάβετε πνεῦμα ἀγιον·

 
23 ἀν τινων ἀφῆτε τὰς ἀμαρτίας ἀφέωνται αὐτοῖς, ἀν τινων κρατῆτε κεκράτηνται.

 
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς.

Jesus and Thomas Jn.20.24-29
25 ἐλεγον οὖν αὐτῷ οἱ ἀλλοι μαθηταί, Ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς, Ἐὰν μὴ ἰδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἡλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἡλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.  
26 Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἐσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. ἐρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἐστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν.  
27 εἶτα λέγει τῷ θωμᾷ, Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἰδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἀπιστος ἀλλὰ πιστός.  
28 ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ, Ὁ κύριός μου καὶ ὁ θεός μου.  
29 λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.

 
30 Πολλὰ μὲν οὖν καὶ ἀλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἂ οὐκ ἐστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· The Purpose of the Book Jn.20.30-31
31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύςητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἐχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

 
    << | ΙΝ:20 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.