katapi New Study Bible - select-a-version
<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT
about ΚΑΤΑ ΙΩΑΝΝΗΝ | GNT: contents | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

19ΚΑΤΑ ΙΩΑΝΝΗΝ

1 Τότε οὖν ἐλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. Jesus Sentenced to Die  Jn.19.1-16 Passover, c.30ce[ Jn.19.1-16 → ] - Mt.27.15-26, Mk.15.6-15, Lk.23.13-25
2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,  
3 καὶ ἠρχοντο πρὸς αὐτὸν καὶ ἐλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.  
4 Καὶ ἐξῆλθεν πάλιν ἐξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς, Ἴδε ἀγω ὑμῖν αὐτὸν ἐξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.

 
5 ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἐξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, Ἰδοὺ ὁ ἄνθρωπος.  
6 ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, Σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρι σκω ἐν αὐτῷ αἰτίαν.  
7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἐχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.  
8 Ὅτε οὖν ἠκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,

 
9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἐδωκεν αὐτῷ.  
10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος, Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἐχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἐχω σταυρῶσαί σὲ;  
11 ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν κατ' ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἀνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἀμαρτίαν ἐχει.  
12 ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

 
13 Ὁ οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἠγαγεν ἐξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα.  
14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὡρα ἦν ὡς ἑκτη. καὶ λέγει τοῖς Ἰουδαίοις, ἰδε ὁ βασιλεὺς ὑμῶν.

 
15 ἐκραύγασαν οὖν ἐκεῖνοι, Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος, Τὸν βασιλέα ὑμῶν σταυρώσὼ ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἐχομεν βασιλέα εἰ μὴ Καίσαρα.  
16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

Παρέλαβον οὖν τὸν Ἰησοῦν·

 
17 καὶ βαστάζων αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον, ὃ λέγεται ἑβραϊστὶ Γολγοθα,

The Crucifixion of Jesus Jn.19.17-27[ Jn.19.17-27 → ] - Mt.27.32-44, Mk.15.21-32, Lk.23.26-43
18 ὁπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ' αὐτοῦ ἀλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.  
19 ἐγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἐθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον,
IHΣOΥΣ O NΑZΩΡΑIOΣ O ΒΑΣIΛΕΥΣ TΩN IOΥΔΑIΩN.

 
20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὁπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί.  
21 ἐλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι ἐκεῖνος εἶπεν, Βασιλεύς εἰμι τῶν Ἰουδαίων.  
22 ἀπεκρίθη ὁ Πιλᾶτος, Ὃ γέγραφα, γέγραφα.  
23 Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἐλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἀραφος, ἐκ τῶν ἀνωθεν ὑφαντὸς δῖ ὁλου.  
24 εἶπαν οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἐσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα,
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

 
25 εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.

 
26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, Γύναι, ἰδε ὁ υἱός σου.  
27 εἶτα λέγει τῷ μαθητῇ, Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ' ἐκείνης τῆς ὡρας ἐλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἰδια.  
28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἠδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ. The Death of Jesus Jn.19.28-30 (Golgotha) -[ Jn.19.28-30 → ] - Mt.27.45-56, Mk.15.33-41, Lk.23.44-49
29 σκεῦος ἐκειτο ὀξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.

 
30 ὅτε οὖν ἐλαβεν τὸ ὀξος Ἰησοῦς εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.

 
31 Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.

The Piercing of Jesus' Side Jn.19.31-37 (Golgotha) -
32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἀλλου τοῦ συσταυρωθέντος αὐτῷ·  
33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἠδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,  
34 ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἐνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὑδωρ.  
35 καὶ ὁ ἑωρακὼς μεμαρΤύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύςητε.  
36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.

- Not a bone of him shall be broken  Jn.19.36 - Ps.34.20, Ex.12.46, Nu.9.12
37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

- They shall look on him whom they have pierced  Jn.19.37 - Zch.12.10
38 Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἀρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρε ψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ.

The Burial of Jesus Jn.19.38-42 (the garden) -[ Jn.19.38-42 → ] - Mt.27.57-61, Mk.15.42-47, Lk.23.50-56
39 ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα Σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.

 
40 ἐλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἐδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἐθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.  
41 ἦν δὲ ἐν τῷ τόπῳ ὁπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος·  
42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἐθηκαν τὸν Ἰησοῦν.  
    << | ΙΝ:19 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.