katapi New Study Bible - select-a-version
<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT
about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

14ΚΑΤΑ ΜΑΡΚΟΝ

1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἀζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν· The Plot to Kill Jesus Mk.14.1-2 (Jerusalem) -[ Mk.14.1-2 → ] - Mt.26.1-5, Lk.22.1-2, Jn.11.45-53
2 ἐλεγον γάρ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἐσται θόρυβος τοῦ λαοῦ.  
3 Καὶ ὀντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἐχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάβαστρον κα τέχεεν αὐτοῦ τῆς κεφαλῆς.

The Anointing at Bethany Mk.14.3-9[ Mk.14.3-9 → ] - Mt.26.6-13, Lk.12.1-8
4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, Εἰς τί ἡ ἀπώλεια αὑτη τοῦ μύρου γέγονεν;  
5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.

 
6 ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετὲ καλὸν ἐργον ἠργάσατο ἐν ἐμοί.  
7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἐχετε μεθ' ἑαυτῶν, καὶ ὁταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἐχετε.  
8 ὃ ἐσχεν ἐποίησεν· προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν.  
9 ἀμὴν δὲ λέγω ὑμῖν, ὁπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὁλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὑτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.  
10 Καὶ Ἰούδας Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς. Judas' Agreement to Betray Jesus Mk.14.10-11 (Jerusalem) -[ Mk.14.10-11 → ] - Mt.26.14-16, Lk.22.3-6
11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.  
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἐθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχὰ; The Passover with the Disciples Mk.14.12-21 (Jerusalem) -[ Mk.14.12-21 → ] - Mt.26.17-25, Lk.22.7-14, Lk.22.21-23, Jn.13.21-30
13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὑδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,  
14 καὶ ὁπου ἐὰν εἰσέλθῃ εἰπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμά μου ὁπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγὼ;  
15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἑτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.  
16 καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.  
17 Καὶ ὀψίας γενομένης ἐρχεται μετὰ τῶν δώδεκα.  
18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ' ἐμοῦ.

 
19 ἠρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς, Μήτι ἐγώ;  
20 ὁ δὲ εἶπεν αὐτοῖς, Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ' ἐμοῦ εἰς τὸ τρύβλιον.  
21 ὁτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δῖ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

 
22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἀρτον εὐλογήσας ἐκλασεν καὶ ἐδωκεν αὐτοῖς καὶ εἶπεν, Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου. The Institution of the Lord's Supper Mk.14.22-25 (Jerusalem) -[ Mk.14.22-25 → ] - Mt.26.26-30, Lk.22.14-23, 1Cor.11.23-26
23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἐδωκεν αὐτοῖς, καὶ ἐπιον ἐξ αὐτοῦ πάντες.  
24 καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν·

 
25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἑως τῆς ἡμέρας ἐκείνης ὁταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.  
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.  
27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται,
πατάξω τὸν ποιμένα,
καὶ τὰ πρόβατα διασκορπισθήσοντα·

Peter's denial Foretold Mk.14.27-31 (Jerusalem) -[ Mk.14.27-31 → ] - Mt.26.31-35, Lk.22.31-34, Jn.13.36-38, Zch.13.7
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.  
29 ὁ δὲ Πέτρος ἐφη αὐτῷ, Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ' οὐκ ἐγώ.  
30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.  
31 ὁ δὲ ἐκπερισσῶς ἐλάλει, Ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἐλεγον.  
32 Καὶ ἐρχονται εἰς χωρίον οὗ τὸ ὀνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε ἑως προσεύξωμαι. The Prayer in Gethsemane Mk.14.32-42 (Gethsemane) -[ Mk.14.32-42 → ] - Mt.26.36-46, Lk.22.39-46
33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην μετ' αὐτοῦ, καὶ ἠρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν,  
34 καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἑως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.

 
35 καὶ προελθὼν μικρὸν ἐπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ' αὐτοῦ ἡ ὡρα,  
36 καὶ ἐλεγεν, Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· ἀλλ' οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.  
37 καὶ ἐρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; οὐκ ἰσχυσας μίαν ὡραν γρηγορῆσαὶ;

 
38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἐλθητε εἰς πειρασμόν· τὸ μὲν Πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.

 
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.

 
40 καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾐδεισαν τί ἀποκριθῶσιν αὐτῷ.  
41 καὶ ἐρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθὲ ἀπέχει· ἦλθεν ἡ ὡρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἀμαρτωλῶν.

 
42 ἐγείρεσθε ἀγωμεν· ἰδοὺ ὁ παραδιδούς με Ἤγγικεν.  
43 Καὶ εὐθὺς ἐτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ' αὐτοῦ ὀχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.

The Betrayal and Arrest of Jesus  Mk.14.43-50 (Gethsemane) -[ Mk.14.43-50 → ] - Mt.26.47-56, Lk.22.47-53, Jn.18.3-12
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.  
45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει, Ῥαββί, καὶ κατεφίλησεν αὐτόν.

 
46 οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν.  
47 εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἐπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.

 
48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν μὲ;

 
49 καθ' ἡμέραν ἠμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ' ἵνα πληρωθῶσιν αἱ γραφαί.

 
50 καὶ ἀφέντες αὐτὸν ἐφυγον πάντες.  
51 Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν· The Young Man Who Fled Mk.14.51-52 (Gethsemane) -
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἐφυγεν.  
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. Jesus before the Council Mk.14.53-65 (Jerusalem) -[ Mk.14.53-65 → ] - Mt.26.57-68, Lk.22.54-55, Jn.18.13-14, Jn.18.19-24
54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἑως ἐσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.  
55 οἱ δὲ ἀρχιερεῖς καὶ ὁλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὑρισκον·

 
56 πολλοὶ γὰρ ἐψευδομαρΤύρουν κατ' αὐτοῦ, καὶ ἰσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.  
57 καί τινες ἀναστάντες ἐψευδομαρΤύρουν κατ' αὐτοῦ λέγοντες  
58 ὁτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἀλλον ἀχειροποίητον οἰκοδομήσω·  
59 καὶ οὐδὲ οὑτως ἰση ἦν ἡ μαρτυρία αὐτῶν.  
60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;

 
61 ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;  
62 ὁ δὲ Ἰησοῦς εἶπεν, ἐγώ εἰμι,
καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

- You will see the Son of man seated  Mk.14.62 - Ps.110.1, Dn.7.13
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἐτι χρείαν ἐχομεν μαρτύρων;  
64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεταὶ οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἐνοχον εἶναι θανάτου.  
65 Καὶ ἠρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἐλαβον.

 
66 Καὶ ὀντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἐρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,

Peter's Denial of Jesus  Mk.14.66-72[ Mk.14.66-72 → ] - Mt.26.69-75, Lk.22.56-62, Jn.18.15-18, Jn.18.25-27
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ Nαζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ.  
68 ὁ δὲ ἠρνήσατο λέγων, Οὐτε οἶδα οὐτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἐξω εἰς τὸ προαύλιον· καὶ ἀλέκτωρ ἐφώνησεν.

 
69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἠρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν.

 
70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἐλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ.  
71 ὁ δὲ ἠρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.  
72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ· καὶ ἐπιβαλὼν ἔκλαιεν.  
    << | ΜΚ:14 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.