katapi New Study Bible - select-a-version
<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT
about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

13ΚΑΤΑ ΜΑΡΚΟΝ

1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἰδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. The Destruction of the Temple Foretold Mk.13.1-2 (Olivet) -[ Mk.13.1-2 → ] - Mt.24.1-2, Lk.21.5-6
2 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.  
3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ' ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, The Beginning of the Woes Mk.13.3-13 (Olivet) -[ Mk.13.3-13 → ] - Mt.24.3-14, Lk.21.7-19
4 Εἰπὸν ἡμῖν πότε ταῦτα ἐσται, καὶ τί τὸ σημεῖον ὁταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα.  
5 ὁ δὲ Ἰησοῦς ἠρξατο λέγειν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·

 
6 πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.

 
7 ὁταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ' οὐπω τὸ τέλος.

 
8 ἐγερθήσεται γὰρ ἐθνος ἐπ' ἐθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἐσονται σεισμοὶ κατὰ τόπους, ἐσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα.  
9 βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἑνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. Coming Persecutions Mk.13.9-13 (Olivet) -[ Mk.13.9-13 → ] - Mt.10.16-25, Lk.21.12-17
10 καὶ εἰς πάντα τὰ ἐθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.  
11 καὶ ὁταν ἀγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλ' ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὡρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦ μα τὸ ἀγιον.

 
12 καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·  
13 καὶ ἐσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὀνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.  
14 Ὅταν δὲ ἰδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὁπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὀρη,

The Great Tribulation Mk.13.14-23 (Olivet) -[ Mk.13.14-23 → ] - Mt.24.15-28, Lk.21.20-24, Dn.9.27, Dn.11.31, Dn.12.11
15 δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,  
16 καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.  
17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.  
18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος·  
19 ἐσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ' ἀρχῆς κτίσεως ἣν ἐκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.

- For in those days there will be such tribulation Mk.13.19 - Dn.12.1
20 καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.  
21 καὶ τότε ἐάν τις ὑμῖν εἰπῃ, Ἰδε ὧδε ὁ Χριστός, Ἰδε ἐκεῖ, μὴ πιστεύετε·

 
22 ἐγερθήσονται γὰρ ψευδόΧριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, τοὺς ἐκλεκτούς.  
23 ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.  
24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην
ὁ ἥλιος σκοτισθήσεται,
καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,

The Coming of the Son of Man Mk.13.24-27[ Mk.13.24-27 → ] - Mt.24.32-35, Lk.21.29-33, Is.13.10, Is.34.4, Eze.32.7
25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες,
καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς
σαλευθήσονται.

 
26 καὶ τότε ὀψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.

 
27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἀκρου γῆς ἑως ἀκρου οὐρανοῦ.  
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὁταν ἠδη ὁ κλάδος αὐτῆς ἀπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. The Lesson of the Fig Tree Mk.13.28-31 (Olivet) -[ Mk.13.28-31 → ] - Mt.24.32-35, Lk.21.29-33
29 οὑτως καὶ ὑμεῖς, ὁταν ἰδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

 
30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὑτη μέχρις οὗ ταῦτα πάντα γένηται.  
31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.  
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὡρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἀγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. The Unknown Day and Hour Mk.13.32-37 (Olivet) -[ Mk.13.32-37 → ] - Mt.24.36-44, Lk.17.26-30, Lk.17.34-36
33 βλέπετε ἀγρυπνεῖτε· οὐκ οἰδατε γὰρ πότε ὁ καιρός ἐστιν.

 
34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἐργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.

 
35 γρηγορεῖτε οὖν, οὐκ οἰδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἐρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,

 
36 μὴ ἐλθὼν ἐξαίφνης εὑρῃ ὑμᾶς καθεύδοντας.  
37 ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε.  
    << | ΜΚ:13 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.