katapi New Study Bible - select-a-version
<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT
about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

8ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1 Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὀρους ἠκολούθησαν αὐτῷ ὀχλοι πολλοί. The Cleansing of a Leper Mt.8.1-4 (Galilee) -[ Mt.8.1-4 → ] - Mk.1.40-45, Lk.5.12-16
2 καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων, Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.

 
3 καὶ ἐκτείνας τὴν χεῖρα ἡψατο αὐτοῦ λέγων, Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.  
4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἰπῃς, ἀλλὰ ὑπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.

 
5 Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν The Healing of a centurion's Servant Mt.8.5-13 (Capernaum) -[ Mt.8.5-13 → ] - Lk.7.1-10, Jn.4.43-54
6 καὶ λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.  
7 καὶ λέγει αὐτῷ, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.

 
8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἐφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.  
9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἐχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται, καὶ ἀλλῳ, Ἔρχου, καὶ ἐρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.  
10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, παρ' οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον.

 
11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἡξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·

 
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.  
13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ, Ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὡρᾳ ἐκείνῃ.

 
14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· The Healing of Many People Mt.8.14-17 (Capernaum) -[ Mt.8.14-17 → ] - Mk.1.29-34, Lk.4.38-41
15 καὶ ἡψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.  
16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἐχοντας ἐθεράπευσεν·

 
17 ὁπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος,
Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν
καὶ τὰς νόσους ἐβάστασεν.

- He took our infirmities Mt.8.17 - Is.53.4
18 Ἰδὼν δὲ ὁ Ἰησοῦς ὀχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. The Would-be Followers of Jesus Mt.8.18-22 (Capernaum) -[ Mt.8.18-22 → ] - Lk.9.57-62
19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὁπου ἐὰν ἀπέρχῃ.  
20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἐχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἐχει ποῦ τὴν κεφαλὴν κλίνῃ.  
21 ἑτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ, κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.  
22 ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ, Ἀκολούθει μοι, καὶ ἀφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.  
23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. The Calming of a Storm Mt.8.23-27 (Capernaum) -[ Mt.8.23-27 → ] - Mk.4.35-41, Lk.8.22-25
24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὡστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν.  
25 καὶ προσελθόντες ἠγειραν αὐτὸν λέγοντες, Κύριε, σῶσον, ἀπολλύμεθα.  
26 καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοὶ τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.  
27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἀνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;  
28 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὡστε μὴ ἰσχύειν τινὰ παρελθεῖν δ ιὰ τῆς ὁδοῦ ἐκείνης.

The Healing of the Gadarene Demoniacs Mt.8.28-34 (Gergesa) -[ Mt.8.28-34 → ] - Mk.5.1-20, Lk.8.26-39
29 καὶ ἰδοὺ ἐκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;  
30 ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.  
31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.  
32 καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὡρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὑδασιν.  
33 οἱ δὲ βόσκοντες ἐφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.

 
34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὁπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.  
    << | ΜΘ:8 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.