katapi New Study Bible - select-a-version
<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT
about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

6ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1 Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἐμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἐχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Teaching about Almsgiving Mt.6.1-4 (Galilee) -
2 Ὁταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἐμπροσθέν σου, ὡσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὁπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγ ω ὑμῖν, ἀπέχουσιν τὸν μισθον αὐτῶν.  
3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου,  
4 ὁπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.

 
5 Καὶ ὁταν προσεύχησθε, οὐκ ἐσεσθε ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὁπως φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Teaching about Prayer Mt.6.5-15 (Galilee) -[ Mt.6.5-15 → ] - Lk.11.2-4
6 σὺ δὲ ὁταν προσεύχῃ, εἰσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.

 
7 Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὡσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.  
8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἐχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.  
9 Οὑτως οὖν προσεύχεσθε ὑμεῖς·
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἀγιασθήτω τὸ ὀνομά σου,

 
10 ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.

 
11 Τὸν ἀρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·

 
12 Καὶ ἀφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν·

 
13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 
14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·

 
15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.

 
16 Ὁταν δὲ νηστεύητε, μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὁπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν α ὐτῶν. Teaching about Fasting Mt.6.16-18 (Galilee) -
17 σὺ δὲ νηστεύων ἀλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,  
18 ὁπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ· καὶ ὁ πατήρ σου
ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι.
 
19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὁπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὁπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν·

Treasure in Heaven Mt.6.19-21 (Galilee) -[ Mt.6.19-21 → ] - Lk.12.33-34
20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὁπου οὐτε σὴς οὐτε βρῶσις ἀφανίζει, καὶ ὁπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·  
21 ὁπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἐσται καὶ ἡ καρδία σου.  
22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἀπλοῦς, ὁλον τὸ σῶμά σου φωτεινὸν ἐσται· The Light of the Body Mt.6.22-23 (Galilee) -[ Mt.6.22-23 → ] - Lk.11.34-36
23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὁλον τὸ σῶμά σου σκοτεινὸν ἐσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.  
24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἑνα μισήσει καὶ τὸν ἑτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.

God and Mammon Mt.6.24 (Galilee) -[ Mt.6.24 → ] - Lk.16.13
25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδυ ματος; Care and Anxiety Mt.6.25-34 (Galilee) -[ Mt.6.25-34 → ] - Lk.12.22-34
26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρε τε αὐτῶν;  
27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἑνὰ;

 
28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτὲ καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν·

 
29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.  
30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὀντα καὶ αὐριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὑτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοὶ;  
31 μὴ οὖν μεριμνήσητε λέγοντες, Τί φάγωμεν; ἠ, Τί πίωμεν; ἠ, Τί περιβαλώμεθὰ,  
32 πάντα γὰρ ταῦτα τὰ ἐθνη ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἀπάντων.  
33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.  
34 μὴ οὖν μεριμνήσητε εἰς τὴν αὐριον, ἡ γὰρ αὐριον μεριμνήσει ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

 
    << | ΜΘ:6 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.