3 | ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | ||
1 | Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἐχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· | The Message to Sardis Re.3.1-6 | |
2 | γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἂ ἐμελλον ἀποθανεῖν, οὐ γὰρ εὑρηκά σου | ἐργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·||
3 | μνημόνευε οὖν πῶς εἰληφας καὶ ἠκουσας, καὶ τήρει, καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἡξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὡραν ἡξω ἐπὶ σέ. | ||
4 | ἀλλὰ ἐχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἂ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ' ἐμοῦ ἐν λευκοῖς, ὅτι ἀξιοί εἰσιν. | ||
5 | ὁ νικῶν οὑτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὀνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὀνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνω πιον τῶν ἀγγέλων αὐτοῦ. | ||
6 | ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. | ||
7 | Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἀγιος, ὁ ἀληθινός, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει· | The Message to Philadelphia Re.3.7-13 | |
8 | Οἶδά σου τὰ ἐργα - ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν - ὅτι μικρὰν ἐχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὀνομά μου. | ||
9 | ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἡξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τω 'ν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγῶ ἠγάπησά. | ||
10 | ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὡρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἐρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὁλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. | ||
11 | ἐρχομαι ταχύ· κράτει ὃ ἐχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. | ||
12 | ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἐξω οὐ μὴ ἐξέλθῃ ἐτι, καὶ γράψω ἐπ' αὐτὸν τὸ ὀνομα τοῦ θεοῦ μου καὶ τὸ ὀνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. | ||
13 | ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. | ||
14 | Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ· | The Message to Laodicea Re.3.14-22 | |
15 | Οἶδά σου τὰ ἐργα, ὅτι οὐτε ψυχρὸς εἶ οὐτε ζεστός. ὀφελον ψυχρὸς ἦς ἢ ζεστός. | ||
16 | οὑτως, ὅτι χλιαρὸς εἶ καὶ οὐτε ζεστὸς οὐτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. | ||
17 | ὁτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἐχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, | ||
18 | συμβουλεύω σοι ἀγοράσαι παρ' ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλ | ύριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.||
19 | ἐγὼ ὁσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον. | ||
20 | ἰδοὺ ἑστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ' αὐτοῦ καὶ αὐτὸς μετ' ἐμοῦ. | ||
21 | ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ' ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. | ||
22 | ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. | ||
<< | ΑΠΟΚ:3 | |
---|