katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

2 ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

1 Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·

The Message to Ephesus Re.2.1-7
2 Οἶδα τὰ ἐργα σου καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς·  
3 καὶ ὑπομονὴν ἐχεις, καὶ ἐβάστασας διὰ τὸ ὀνομά μου, καὶ οὐ κεκοπίακες.

 
4 ἀλλὰ ἐχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.

 
5 μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἐργα ποίησον· εἰ δὲ μή, ἐρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.

 
6 ἀλλὰ τοῦτο ἐχεις,
ὅτι μισεῖς τὰ ἐργα τῶν Νικολαϊτῶν, ἂ κἀγὼ μισῶ.

 
7 ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὁ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ θεοῦ.

 
8 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἐσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἐζησεν·

The Message to Smyrna Re.2.8-11
9 Οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.  
10 μηδὲν φοβοῦ ἂ μέλλεις πάσχειν.
ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἑξετε θλῖψιν ἡμερῶν δέκα.
γίνου πιστὸς ἀχρι θανάτου, καὶ δώσω σοι τ ὸν στέφανον τῆς ζωῆς.

 
11 ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

 
12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ ἐχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·

The Message to Pergamum Re.2.12-17
13 Οἶδα ποῦ κατοικεῖς, ὁπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὀνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀντιπᾶς ὁ μάρτυς μου ὁ πιστός μου, ὃς ἀπεκτά νθη παρ' ὑμῖν, ὁπου ὁ Σατανᾶς κατοικεῖ.

 
14 ἀλλ' ἐχω κατὰ σοῦ ὀλίγα,
ὅτι ἐχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι·

 
15 οὑτως ἐχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
 
16 μετανόησον οὖν·
εἰ δὲ μή, ἐρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ' αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.

 
17 ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκὴν καὶ ἐπὶ τὴν ψῆφον ὀνομα καινὸν γ εγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὺ ὁ λαμβάνων.

 
18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ,
ὁ ἐχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός,
καὶ οἱ πόδες αὐτοῦ ὁμοιοι χαλκολιβάνῳ·

The Message to Thyatira Re.2.18-29
19 Οἶδά σου τὰ ἐργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἐργα σου τὰ ἐσχατα πλείονα τῶν πρώτων.

 
20 ἀλλὰ ἐχω κατὰ σοῦ
ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.

 
21 καὶ ἐδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ,
καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
 
22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ' αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἐργων αὐτῆς·

 
23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἐργα ὑμῶν.

 
24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὁσοι οὐκ ἐχουσιν τὴν διδαχὴν ταύτην, οἱτινες οὐκ ἐγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ' ὑμᾶς ἀλλο βάρος·

 
25 πλὴν ὃ ἐχετε κρατήσατε ἀχρις οὗ ἂν ἡξω.

 
26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἀχρι τέλους τὰ ἐργα μου,
δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,

- He who conquers and who keeps my works Re.2.26 - Ps.2.8-9, PsSol.17.23
27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,
ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται,

 
28 ὡς κἀγὼ εἰληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.

 
29 ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

 
    << | ΑΠΟΚ:2 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.