katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

18 ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

1 Μετὰ ταῦτα εἶδον ἀλλον ἀγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἐχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.

The Fall of Babylon Re.18.1-19.4
2 καὶ ἐκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων,
Ἔπεσεν, ἐπεσεν Βαβυλὼν ἡ μεγάλη,
καὶ ἐγένετο κατοικητήριον δαιμονίων
καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου
καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου,

 
3 ὁτι ἐκ τοῦ οἰνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς
πέπωκαν πάντα τὰ ἐθνη,
καὶ οἱ βασιλεῖς τῆς γῆς μετ' αὐτῆς ἐπόρνευσαν,
καὶ οἱ ἐμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ
στρήνους αὐτῆς ἐπλούτησαν.

 
4 Καὶ ἠκουσα ἀλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν,
Ἐξέλθατε, ὁ λαός μου, ἐξ αὐτῆς,
ἵνα μὴ συγκοινωνήσητε ταῖς ἀμαρτίαις αὐτῆς,
καὶ ἐκ τῶν πληγῶν αὐτῆς
ἵνα μὴ λάβητε·
 
5 ὁτι ἐκολλήθησαν αὐτῆς αἱ ἀμαρτίαι ἀχρι τοῦ οὐρανοῦ,
καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.

 
6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν,
καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἐργα αὐτῆς·
ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν·
 
7 ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν,
τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος.
ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι
κάθημαι βασίλισσα,
καὶ χήρα οὐκ εἰμί,
καὶ πένθος οὐ μὴ ἰδω·

 
8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἡξουσιν αἱ πληγαὶ αὐτῆς,
θάνατος καὶ πένθος καὶ λιμός,
καὶ ἐν πυρὶ κατακαυθήσεται·
ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.

 
9 Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ' αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ' αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὁταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,  
10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες,
Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά,
ὅτι μιᾷ ὡρᾳ ἦλθεν ἡ κρίσις σου.

 
11 Καὶ οἱ ἐμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ' αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,  
12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,  
13 καὶ κιννάμωμον καὶ ἀμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἐλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἱππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυ χὰς ἀνθρώπων.  
14 καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς
ἀπῆλθεν ἀπὸ σοῦ,
καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ
ἀπώλετο ἀπὸ σοῦ,
καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.

 
15 οἱ ἐμποροι τούτων, οἱ πλουτήσαντες ἀπ' αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες,

 
16 λέγοντες,
Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἡ περιβεβλημένη βύσσινον
καὶ πορφυροῦν καὶ κόκκινον,
καὶ κεχρυσωμένη ἐν χρυσίῳ
καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ,

 
17 ὁτι μιᾷ ὡρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὁσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ μακρόθεν ἐστησαν

 
18 καὶ ἐκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;

 
19 καὶ ἐβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἐκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες,
Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἐχοντες τὰ πλοῖα
ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

 
20 Εὐφραίνου ἐπ' αὐτῇ, οὐρανέ,
καὶ οἱ ἀγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἐκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.

 
21 Καὶ ἦρεν εἷς ἀγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἐβαλεν εἰς τὴν θάλασσαν λέγων,
Οὑτως ὁρμήματι βληθήσεται
Βαβυλὼν ἡ μεγάλη πόλις,
καὶ οὐ μὴ εὑρεθῇ ἐτι.
 
22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν
καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἐτι,
καὶ πᾶς τεχνίτης πάσης τέχνης
οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἐτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκο υσθῇ ἐν σοὶ ἐτι,

 
23 καὶ φῶς λύχνου
οὐ μὴ φάνῃ ἐν σοὶ ἐτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἐτι·
ὅτι οἱ ἐμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,

 
24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἀγίων εὑρέθη
καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

 
    << | ΑΠΟΚ:18 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.