17 | ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | ||
1 | Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ' ἐμοῦ λέγων, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτω ν πολλῶν, | The Great Harlot and the Beast Re.17.1-18 | |
2 | μεθ' ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἰνου τῆς πορνείας αὐτῆς. | ||
3 | καὶ ἀπήνεγκέν με εἰς ἐρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον | ὀνόματα βλασφημίας, ἐχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.||
4 | καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἐχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς, | ||
5 | καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὀνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. | ||
6 | καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἱματος τῶν ἀγίων καὶ ἐκ τοῦ αἱματος τῶν μαρΤύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. | ||
7 | καὶ εἶπέν μοι ὁ ἀγγελος, Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἐχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· | ||
8 | τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἐστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται το ; ὀνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ | ||
9 | ὧδε ὁ νοῦς ὁ ἐχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὀρη εἰσίν, ὁπου ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν· | ||
10 | οἱ πέντε ἐπεσαν, ὁ εἷς ἐστιν, ὁ ἀλλος οὐπω ἦλθεν, καὶ ὁταν ἐλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι. | ||
11 | καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἐστιν, καὶ αὐτὸς ὀγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. | ||
12 | καὶ τὰ δέκα κέρατα ἂ εἶδες δέκα βασιλεῖς εἰσιν, οἱτινες βασιλείαν οὐπω ἐλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὡραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. | ||
13 | οὗτοι μίαν γνώμην ἐχουσιν, καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. | ||
14 | οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ' αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. | ||
15 | Καὶ λέγει μοι, Τὰ ὑδατα ἂ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὀχλοι εἰσὶν καὶ ἐθνη καὶ γλῶσσαι. | ||
16 | καὶ τὰ δέκα κέρατα ἂ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· | ||
17 | ὁ γὰρ θεὸς ἐδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἀχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. | ||
18 | καὶ ἡ γυνὴ ἣν εἶδες ἐστιν ἡ πόλις ἡ μεγάλη ἡ ἐχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς. | ||
<< | ΑΠΟΚ:17 | >> |
---|