katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

17 ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ' ἐμοῦ λέγων, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτω ν πολλῶν,

The Great Harlot and the Beast Re.17.1-18
2 μεθ' ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἰνου τῆς πορνείας αὐτῆς.  
3 καὶ ἀπήνεγκέν με εἰς ἐρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ἐχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.  
4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἐχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,  
5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὀνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.

 
6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἱματος τῶν ἀγίων καὶ ἐκ τοῦ αἱματος τῶν μαρΤύρων Ἰησοῦ.

Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα.

 
7 καὶ εἶπέν μοι ὁ ἀγγελος, Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἐχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα·

 
8 τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἐστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται το ; ὀνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ

 
9 ὧδε ὁ νοῦς ὁ ἐχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὀρη εἰσίν, ὁπου ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν·

 
10 οἱ πέντε ἐπεσαν, ὁ εἷς ἐστιν, ὁ ἀλλος οὐπω ἦλθεν, καὶ ὁταν ἐλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι.

 
11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἐστιν, καὶ αὐτὸς ὀγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.  
12 καὶ τὰ δέκα κέρατα ἂ εἶδες δέκα βασιλεῖς εἰσιν, οἱτινες βασιλείαν οὐπω ἐλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὡραν λαμβάνουσιν μετὰ τοῦ θηρίου.

 
13 οὗτοι μίαν γνώμην ἐχουσιν, καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.  
14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ' αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.

 
15 Καὶ λέγει μοι, Τὰ ὑδατα ἂ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὀχλοι εἰσὶν καὶ ἐθνη καὶ γλῶσσαι.  
16 καὶ τὰ δέκα κέρατα ἂ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί·

 
17 ὁ γὰρ θεὸς ἐδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἀχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ.  
18 καὶ ἡ γυνὴ ἣν εἶδες ἐστιν ἡ πόλις ἡ μεγάλη ἡ ἐχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.  
    << | ΑΠΟΚ:17 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.