13 | ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | ||
1 | Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἐχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόμα | βλασφημίας.The Two Beasts Re.13.1-318 | |
2 | καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὁμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἀρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἐδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρ όνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. | ||
3 | καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ἐθαυμάσθη ὁλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, | ||
4 | καὶ προσεκύνησαν τῷ δράκοντι ὅτι ἐδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες, Τίς ὁμοιος τῷ θηρίῳ, καὶ τίς δύναται πολεμῆσαι μετ' αὐτοῦ; | ||
5 | Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας, καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσεράκοντα | δύο.||
6 | καὶ ἠνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὀνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. | ||
7 | καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἀγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἐθνος. | ||
8 | καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, οὗ οὐ γέγραπται τὸ ὀνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. | ||
9 | Εἰ τις ἐχει οὖς ἀκουσάτω. | ||
10 | εἴ τις εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρῃ ἀποκτανθῆναι, αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. Ὦδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἀγίων. | - if any one slays with the sword Here is a call for the endurance Re.13.10 - Jr.15.2, Jr.43.11 | |
11 | Καὶ εἶδον ἀλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὁμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. | ||
12 | καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ π ληγὴ τοῦ θανάτου αὐτοῦ. | ||
13 | καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. | ||
14 | καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἂ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃς ἐχει τὴν πληγὴν τῆς μαχαίρης και ἔξησεν. | ||
15 | καὶ ἐδόθη αὐτῷ δοῦναι Πνεῦμα τῇ εἸκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ | ὁσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἸκόνι τοῦ θηρίου ἀποκτανθῶσιν.||
16 | καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν. | ||
17 | καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἐχων τὸ χάραγμα, τὸ ὀνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. | ||
18 | Ὦδε ἡ σοφία ἐστίν· ὁ ἐχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς αὐτοῦ ἑξακόσιοι ἑξήκοντα ἑξ. | ||
<< | ΑΠΟΚ:13 | >> |
---|