12 | ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | ||
1 | Καὶ σημεῖον μέγα ὠφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἡλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, | The Woman and the Dragon Re.12.1-18 | |
2 | καὶ ἐν γαστρὶ ἐχουσα, καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. | ||
3 | καὶ ὠφθη ἀλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων μέγας πυρρός, ἐχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, | ||
4 | καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἐβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἑστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὁταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. | ||
5 | καὶ ἐτεκεν υἱόν, ἀρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. | - she brought forth a male child Re.12.5 - Is.7.14, Is.66.7, Ps.2.9 | |
6 | καὶ ἡ γυνὴ ἐφυγεν εἰς τὴν ἐρημον, ὁπου ἐχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. | ||
7 | Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἀγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἀγγελοι αὐτοῦ, | ||
8 | καὶ οὐκ ἰσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἐτι ἐν τῷ οὐρανῷ. | ||
9 | καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὀφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὁλην - ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἀγγελοι αὐτοῦ μετ' αὐτο ῦ ἐβλήθησαν. | ||
10 | καὶ ἠκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν, καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κα τήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. | ||
11 | καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἀχρι θανάτου. | ||
12 | διὰ τοῦτο εὐφραίνεσθε, καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἐχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἐχει. | οὐρανοὶ ||
13 | Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἡτις ἐτεκεν τὸν ἀρσενα. | ||
14 | καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἐρημον εἰς τὸν τόπον αὐτῆς, ὁπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἡμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὀφεως. | ||
15 | καὶ ἐβαλεν ὁ ὀφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὑδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. | ||
16 | καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἠνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἐβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. | ||
17 | καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· | ||
18 | καὶ ἐστάθη ἐπὶ τὴν ἀμμον τῆς θαλάσσης. | ← | |
<< | ΑΠΟΚ:12 | >> |
---|