| 5 | ΙΩΑΝΝΟΥ Α | ||
| 1 | Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ τὸν γεγεννημένον ἐξ αὐτοῦ. | Faith is Victory over the World 1Jn.5.1-5 | |
| 2 | ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὁταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν. | ||
| 3 | αὑτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, | ||
| 4 | ὁτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὑτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. | ||
| 5 | τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ; | ||
| 6 | Οὗτός ἐστιν ὁ ἐλθὼν δῖ ὑδατος καὶ αἱματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὑδατι μόνον ἀλλ' ἐν τῷ ὑδατι καὶ ἐν τῷ αἱματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. | The Witness concerning the Son 1Jn.5.6-12 | |
| 7 | ὁτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, | ||
| 8 | τὸ Πνεῦμα καὶ τὸ ὑδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἑν εἰσιν. | ||
| 9 | εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὑτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ, ὅτι μεμαρΤύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. | ||
| 10 | ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἐχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρΤύρηκεν ὁ θε ὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. | ||
| 11 | καὶ αὑτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἐδωκεν ἡμῖν ὁ θεός, καὶ αὑτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. | ||
| 12 | ὁ ἐχων τὸν υἱὸν ἐχει τὴν ζωήν· ὁ μὴ ἐχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἐχει. | ||
| 13 | Ταῦτα ἐγραψα ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ἐχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὀνομα τοῦ υἱοῦ τοῦ θεοῦ. | The Knowledge of Eternal Life 1Jn.5.13-21 | |
| 14 | καὶ αὑτη ἐστὶν ἡ παρρησία ἣν ἐχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν. | ||
| 15 | καὶ ἐὰν οἰδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα, οἰδαμεν ὅτι ἐχομεν τὰ αἰτήματα ἂ ᾐτήκαμεν ἀπ' αὐτοῦ. | ||
| 16 | Ἐάν τις ἰδῃ τὸν ἀδελφὸν αὐτοῦ ἀμαρτάνοντα ἀμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἀμαρτάνουσιν μὴ πρὸς θάνατον. ἐστιν ἀμαρτία πρὸς θάνατον· οὐ π ερὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. | ||
| 17 | πᾶσα ἀδικία ἀμαρτία ἐστίν, καὶ ἐστιν ἀμαρτία οὐ πρὸς θάνατον. | ||
| 18 | Οἰδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἀμαρτάνει, ἀλλ' ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἀπτεται αὐτοῦ. | ||
| 19 | οἰδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὁλος ἐν τῷ πονηρῷ κεῖται. | ||
| 20 | οἰδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἡκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐς τιν ὁ ἀληθινὸς θεὸς καὶ ζωη αἰώνιος. | ||
| 21 | Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων. | ||
| << | ΙΩΑΝα:5 | | |||
|---|---|---|---|