| 4 | ΠΕΤΡΟΥ Α | ||
| 1 | Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἐννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἀμαρτίας, | Good Stewards of God's Grace 1Pe.4.1-11 | |
| 2 | εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. | ||
| 3 | ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. | ||
| 4 | ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· | ||
| 5 | οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἐχοντι κρῖναι ζῶντας καὶ νεκρούς. | ||
| 6 | εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι. | ||
| 7 | Πάντων δὲ τὸ τέλος Ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς· | ||
| 8 | πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἐχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἀμαρτιῶν· | ||
| 9 | φιλόξενοι εἰς ἀλλήλους ἀνευ γογγυσμοῦ· | ||
| 10 | ἑκαστος καθὼς ἐλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ. | ||
| 11 | εἰ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἰ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺ ς αἰῶνας τῶν αἰώνων· ἀμήν. | ||
| 12 | Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, | Suffering as a Christian 1Pe.4.12-19 | |
| 13 | ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. | ||
| 14 | εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπαύεται. | ||
| 15 | μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος· | ||
| 16 | εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ. | ||
| 17 | ὁτι καιρὸς τοῦ ἀρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἰκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ' ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; | ||
| 18 | καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; | - If the righteous man is scarcely saved 1Pe.4.18 - Pr.11.31 | |
| 19 | ὡστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ. | ||
| << | ΠΕΤα:4 | >> | |||
|---|---|---|---|