| 2 | ΠΕΤΡΟΥ Α | ||
| 1 | Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, | The Living Stone and the Holy Nation 1Pe.2.1-10 | |
| 2 | ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἀδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, | ||
| 3 | εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος. | - for you have tasted the kindness of the Lord. 1Pe.2.3 - Ps.34.8 | |
| 4 | πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἐντιμον, | ||
| 5 | καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἀγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ. | ||
| 6 | διότι περιέχει ἐν γραφῇ, ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. | - Behold, I am laying in Zion a stone 1Pe.2.6 - Is.28.16 | |
| 7 | ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας | - The very stone which the builders rejected 1Pe.2.7 - Ps.118.22 | |
| 8 | καὶ καὶ πέτρα σκανδάλου· | - A stone that will make men stumble 1Pe.2.8 - Is.8.14 | |
| 9 | Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· | - But you are a chosen race, a royal priesthood 1Pe.2.9 - Is.43.20 | |
| 10 | οἱ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες. | - Once you were no people 1Pe.2.10-12 - Hs.2.23 | |
| 11 | Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἱτινες στρατεύονται κατὰ τῆς ψυχῆς· | Live as Servants of God 1Pe.2.11-17 | |
| 12 | τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἐθνεσιν ἐχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἐργων ἐποπτεύοντες δοξάσωσιν τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. | ||
| 13 | Ὑποτάγητε πάσῃ ἄνθρωπίνῃ κτίσει διὰ τὸν κύριον· εἰτε βασιλεῖ ὡς ὑπερέχοντι, | ||
| 14 | εἰτε ἡγεμόσιν ὡς δῖ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἐπαινον δὲ ἀγαθοποιῶν· | ||
| 15 | ὅτι οὑτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν· | ||
| 16 | ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἐχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς θεοῦ δοῦλοι. | ||
| 17 | πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε. | ||
| 18 | Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς. | The Example of Christ's Suffering 1Pe.2.18-25 | |
| 19 | τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως. | ||
| 20 | ποῖον γὰρ κλέος εἰ ἀμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτὲ ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ θεῷ. | ||
| 21 | εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἐπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἰχνεσιν αὐτοῦ· | ||
| 22 | ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· | - He committed no sin 1Pe.2.22 - Is.53.9 | |
| 23 | ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· | ||
| 24 | ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἀμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε. | - He himself bore our sins in his body 1Pe.2.24 - Is.53.4 | |
| 25 | ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι, ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. | - For you were straying like sheep 1Pe.2.25 - Is.54.5 | |
| << | ΠΕΤα:2 | >> | |||
|---|---|---|---|