|
2 | ΙΑΚΩΒΟΥ |
|
1 |
Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἐχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. | Warning against Partiality Jas.2.1-13 |
2 |
ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, | |
3 |
ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἰπητε, σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἰπητε, σὺ στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν μου, | |
4 |
οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; | |
5 |
Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; | |
6 |
ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἑλκουσιν ὑμᾶς εἰς κριτήριὰ; | |
7 |
οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὀνομα τὸ ἐπικληθὲν ἐφ' ὑμᾶς; | |
8 |
εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· | - You shall love your neighbour as yourself Jas.2.8 - Lv.19.18 |
9 |
εἰ δὲ προσωπολημπτεῖτε, ἀμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. | |
10 |
ὁστις γὰρ ὁλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἐνοχος. | |
11 |
ὁ γὰρ εἰπών, Mὴ μοιχεύσῃς, εἶπεν καί, Mὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δέ, γέγονας παραβάτης νόμου. | - The commandments Jas.2.11 - Ex.20.14, Dt.5.17 |
12 |
οὑτως λαλεῖτε καὶ οὑτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. | |
13 |
ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἐλεος· κατακαυχᾶται ἐλεος κρίσεως. | |
14 |
Τί τὸ ὀφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἐχειν, ἐργα δὲ μὴ ἐχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; | Faith and Works Jas.2.14-26 |
15 |
ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς, | |
16 |
εἰπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὀφελος; | |
17 |
οὑτως καὶ ἡ πίστις, ἐὰν μὴ ἐχῃ ἐργα, νεκρά ἐστιν καθ' ἑαυτήν. | |
18 |
Ἀλλ' ἐρεῖ τις, Σὺ πίστιν ἐχεις κἀγὼ ἐργα ἐχω. δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἐργων, κἀγώ σοι δείξω ἐκ τῶν ἐργων μου τὴν πίστιν. | |
19 |
σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. | |
20 |
θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἐργων ἀργή ἐστιν; | |
21 |
Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἐργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; | |
22 |
βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἐργοις αὐτοῦ καὶ ἐκ τῶν ἐργων ἡ πίστις ἐτελειώθη, | |
23 |
καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. | - Abraham believed God Jas.2.23 - Gn.15.6 |
24 |
ὁρᾶτε ὅτι ἐξ ἐργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. | |
25 |
ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἐργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσὰ; | |
26 |
ὡσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὑτως καὶ ἡ πίστις χωρὶς ἐργων νεκρά ἐστιν. | |
|
|
<< | ΙΑΚ:2 | >> |
|