katapi New Study Bible - select-a-version
katapi HOME DB1 <<
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

7 ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

1 Οὗτος γὰρ Mελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου,συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,

The Priestly Order of Melchizedek Hb.7.1-28
2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἐπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὁ ἐστιν βασιλεὺς εἰρήνης,

 
3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἐχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.  
4 Θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ δεκάτην Ἀβραὰμ ἐδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.

 
5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἐχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ' ἐστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·  
6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ, καὶ τὸν ἐχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.  
7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἐλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.  
8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.  
9 καὶ ὡς ἐπος εἰπεῖν, δῖ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται,  
10 ἐτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ.

 
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ' αὐτῆς νενομοθέτηται, τίς ἐτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἑτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαὶ;

 
12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.  
13 ἐφ' ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·

 
14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.  
15 καὶ περισσότερον ἐτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Mελχισέδεκ ἀνίσταται ἱερεὺς ἑτερος,

 
16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου,  
17 μαρτυρεῖται γὰρ ὅτι
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
κατὰ τὴν τάξιν Μελχισέδεκ.

- Thou art a priest for ever, after the order of Melchiz'edek. Hb.7.17 - Ps.110.4
18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,  
19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δῖ ἧς ἐγγίζομεν τῷ θεῷ.  
20 Καὶ καθ' ὁσον οὐ χωρὶς ὁρκωμοσίας, οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,

 
21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν,
Ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται,
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα,

- The Lord has sworn and will not change his mind Hb.7.21 - Ps.110.4
22 κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης γέγονεν ἐγγυος Ἰησοῦς.  
23 καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·

 
24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἐχει τὴν ἱερωσύνην·

 
25 ὁθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δῖ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.  
26 Τοιοῦτος γὰρ ἡμῖν καὶ ἐπρεπεν ἀρχιερεύς, ὁσιος, ἀκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἀμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·  
27 ὃς οὐκ ἐχει καθ' ἡμέραν ἀνάγκην, ὡσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἀμαρτιῶν θυσίας ἀναφέρειν, ἐπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέ γκας.  
28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἐχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

 
    << | ΕΒ:7 |  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.