7 | ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | ||
1 | Οὗτος γὰρ Mελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, | The Priestly Order of Melchizedek Hb.7.1-28 | |
2 | ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἐπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὁ ἐστιν βασιλεὺς εἰρήνης, | ||
3 | ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἐχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. | ||
4 | Θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ δεκάτην Ἀβραὰμ ἐδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. | ||
5 | καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἐχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ' ἐστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· | ||
6 | ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ, καὶ τὸν ἐχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν. | ||
7 | χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἐλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. | ||
8 | καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. | ||
9 | καὶ ὡς ἐπος εἰπεῖν, δῖ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται, | ||
10 | ἐτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ. | ||
11 | Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ' αὐτῆς νενομοθέτηται, τίς ἐτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἑτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαὶ; | ||
12 | μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. | ||
13 | ἐφ' ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ· | ||
14 | πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν. | ||
15 | καὶ περισσότερον ἐτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Mελχισέδεκ ἀνίσταται ἱερεὺς ἑτερος, | ||
16 | ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, | ||
17 | μαρτυρεῖται γὰρ ὅτι κατὰ τὴν τάξιν Μελχισέδεκ. | - Thou art a priest for ever, after the order of Melchiz'edek. Hb.7.17 - Ps.110.4 | |
18 | ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές, | ||
19 | οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δῖ ἧς ἐγγίζομεν τῷ θεῷ. | ||
20 | Καὶ καθ' ὁσον οὐ χωρὶς ὁρκωμοσίας, οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, | ||
21 | ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, | - The Lord has sworn and will not change his mind Hb.7.21 - Ps.110.4 | |
22 | κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης γέγονεν ἐγγυος Ἰησοῦς. | ||
23 | καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· | ||
24 | ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἐχει τὴν ἱερωσύνην· | ||
25 | ὁθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δῖ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. | ||
26 | Τοιοῦτος γὰρ ἡμῖν καὶ ἐπρεπεν ἀρχιερεύς, ὁσιος, ἀκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἀμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· | ||
27 | ὃς οὐκ ἐχει καθ' ἡμέραν ἀνάγκην, ὡσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἀμαρτιῶν θυσίας ἀναφέρειν, ἐπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέ γκας. | ||
28 | ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἐχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. | ||
<< | ΕΒ:7 | >> |
---|