2 | ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | ||
1 | Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν. | The Great Salvation Hb.2.1-4 | |
2 | εἰ γὰρ ὁ δῖ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἐλαβεν ἐνδικον μισθαποδοσίαν, | ||
3 | πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἡτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, | ||
4 | συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἀγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. | ||
5 | Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. | - The Pioneer of Salvation Hb.2.5-18 | |
6 | διεμαρΤύρατο δέ πού τις λέγων, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; | - What is man that thou art mindful of him Hb.2.6-7 - Ps.8.5-7 | |
7 | ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, | ||
8 | πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. ἐν τῷ γὰρ ὑποτάξαι | τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὐπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·- putting everything in subjection under his feet. Hb.2.8 - 1Cor.15.27 | |
9 | τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὁπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. | - who for a little while was made lower than the angels Hb.2.9 - Php.2.8-9 | |
10 | Ἔπρεπεν γὰρ αὐτῷ, δῖ ὃν τὰ πάντα καὶ δῖ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. | ||
11 | ὁ τε γὰρ ἀγιάζων καὶ οἱ ἀγιαζόμενοι ἐξ ἑνὸς πάντες· δῖ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, | ||
12 | λέγων, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· | - I will proclaim thy name to my brethren Hb.2.12 - Ps.22.22 | |
13 | καὶ πάλιν, | - I will put my trust in him Hb.2.13 - Is.8.17, 2Sm.22.3, Is.8.18 | |
14 | ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἱματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἐχοντα τοῦ θανάτου, τοῦτ' ἐστ ιν τὸν διάβολον, | ||
15 | καὶ ἀπαλλάξῃ τούτους, ὁσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἐνοχοι ἦσαν δουλείας. | ||
16 | οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. | - but with the descendants of Abraham. Hb.2.16 - Is.41.8-9 | |
17 | ὁθεν ὠφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἀμαρτίας τοῦ λαοῦ· | ||
18 | ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. | ||
<< | ΕΒ:2 | >> |
---|