13 | ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | ||
1 | Ἡ φιλαδελφία μενέτω. | Service Well-Pleasing to God Hb.13.1-19 | |
2 | τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἐλαθόν τινες ξενίσαντες ἀγγέλους. | ||
3 | μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. | ||
4 | Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. | ||
5 | Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἰρηκεν, Oὐ μή σε ἀνῶ οὐδ' οὐ μή σε ἐγκαταλίπω· | - I will never fail you nor forsake you. Hb.13.5 - Dt.31.6 | |
6 | ὡστε θαρροῦντας ἡμᾶς λέγειν, οὐ φοβηθήσομαι: τί ποιήσει μοι ἄνθρωποσ; | - The Lord is my helper what can man do to me? Hb.13.6 - Ps.18.6 | |
7 | Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἱτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἐκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. | ||
8 | Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. | ||
9 | διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες. | ||
10 | ἐχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἐχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. | ||
11 | ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἀμαρτίας εἰς τὰ ἀγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἐξω τῆς παρεμβολῆς. | ||
12 | διὸ καὶ Ἰησοῦς, ἵνα ἀγιάσῃ διὰ τοῦ ἰδίου αἱματος τὸν λαόν, ἐξω τῆς πύλης ἐπαθεν. | ||
13 | τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἐξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· | ||
14 | οὐ γὰρ ἐχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. | ||
15 | δῖ αὐτοῦ | ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ' ἐστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.||
16 | τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός. | ||
17 | Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. | ||
18 | Προσεύχεσθε περὶ ἡμῶν, πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἐχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. | ||
19 | περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. | ||
20 | Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἱματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, | Benediction and Final Greetings Hb.13.20-25 | |
21 | καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας | · ἀμήν.||
22 | Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. | ||
23 | Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ ἐὰν τάχιον ἐρχηται ὀψομαι ὑμᾶς. | ||
24 | Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἀγίους. ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. | ||
25 | ἡ χάρις μετὰ πάντων ὑμῶν. | ||
<< | ΕΒ:13 | |
---|