12 | ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | ||
1 | Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἐχοντες περικείμενον ἡμῖν νέφος μαρΤύρων, ὀγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἀμαρτίαν, δῖ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγω 'να, | The Discipline of the Lord Hb.12.1-12 | |
2 | ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν. | ||
3 | ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἀμαρτωλῶν εἰς ἑαυτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. | ||
4 | Οὐπω μέχρις αἱματος ἀντικατέστητε πρὸς τὴν ἀμαρτίαν ἀνταγωνιζόμενοι, | ||
5 | καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἡτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος· | - do not regard lightly the discipline of the Lord Hb.12.5-6 - Pr.3.11-12 | |
6 | ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. | ||
7 | εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ; | ||
8 | εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες, ἀρα νόθοι καὶ οὐχ υἱοί ἐστε. | ||
9 | εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἰχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολὺ | μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;||
10 | οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἀγιότητος αὐτοῦ. | ||
11 | πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὑστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δῖ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης. | ||
12 | Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, | - Therefore lift your drooping hands and Hb.12.12 - Is.35.3, Sir.25.23 | |
13 | καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. | ||
14 | Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἀγιασμόν, οὗ χωρὶς οὐδεὶς ὀψεται τὸν κύριον, | Warning against Rejection God's Grace Hb.12.14-29 | |
15 | ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἀνω φύουσα ἐνοχλῇ καὶ δῖ αὐτῆς μιανθῶσιν πολλοί, | ||
16 | μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ. | ||
17 | ἰστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. | ||
18 | Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ | καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ||
19 | καὶ σάλπιγγος ἠχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· | ||
20 | οὐκ ἐφερον γὰρ τὸ διαστελλόμενον, Kἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· | - If even a beast touches the mountain Hb.12.20 - Ex.19.12-13 | |
21 | καί, οὑτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἐντρομος. | - so terrifying was the sight that Moses said, "I tremble with fear." Hb.12.21 - Dt.9.19 | |
22 | ἀλλὰ προσεληλύθατε Σιὼν ὀρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει | ||
23 | καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, | ||
24 | καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἱματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ. | ||
25 | Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόμενοι· | ||
26 | οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. | - I will shake not only the earth Hb.12.26 - Hg.2.6 | |
27 | τὸ δέ,Ἔτι ἅπαξ δηλοῖ | τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.||
28 | Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἐχωμεν χάριν, δῖ ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους· | ||
29 | καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. | - for our God is a consuming fire. Hb.12.29 - Dt.4.24, Dt.9.3, Is.33.14 | |
<< | ΕΒ:12 | >> |
---|