| 2 | ΠΡΟΣ ΤΙΤΟΝ | ||
| 1 | Σὺ δὲ λάλει ἂ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. | The Teaching of Sound Doctrine Tt.2.1-15 | |
| 2 | πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. | ||
| 3 | πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μὴ οἰνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, | ||
| 4 | ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, | ||
| 5 | σώφρονας, ἀγνάς, οἰκουργούς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. | ||
| 6 | τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· | ||
| 7 | περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἐργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα, | ||
| 8 | λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἐχων λέγειν περὶ ἡμῶν φαῦλον. | ||
| 9 | δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, | ||
| 10 | μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν. | ||
| 11 | Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις, | ||
| 12 | παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, | ||
| 13 | προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, | ||
| 14 | ὃς ἐδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἐργων. | ||
| 15 | Ταῦτα λάλει καὶ παρακάλει καὶ ἐλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω. | ||
| << | ΤΙΤΟΝ:2 | >> | |||
|---|---|---|---|