|
| 2 | ΠΡΟΣ ΤΙΤΟΝ |
|
| 1 |
Σὺ δὲ λάλει ἂ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. | The Teaching of Sound Doctrine Tt.2.1-15 |
| 2 |
πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. | |
| 3 |
πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μὴ οἰνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, | |
| 4 |
ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, | |
| 5 |
σώφρονας, ἀγνάς, οἰκουργούς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. | |
| 6 |
τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· | |
| 7 |
περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἐργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα, | |
| 8 |
λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἐχων λέγειν περὶ ἡμῶν φαῦλον. | |
| 9 |
δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, | |
| 10 |
μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν. | |
| 11 |
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις, | |
| 12 |
παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, | |
| 13 |
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, | |
| 14 |
ὃς ἐδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἐργων. | |
| 15 |
Ταῦτα λάλει καὶ παρακάλει καὶ ἐλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω. | |
| |
|
<< | ΤΙΤΟΝ:2 | >> |
|