|
3 | ΠΡΟΣ ΓΑΛΑΤΑΣ |
|
1 |
Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος; | Law or Faith Ga.3.1-14 |
2 |
τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἐργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; | |
3 |
οὑτως ἀνόητοί ἐστὲ ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθὲ; | |
4 |
τοσαῦτα ἐπάθετε εἰκῇ; εἰ γε καὶ εἰκῇ. | |
5 |
ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἐργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; | |
6 |
καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. | - Thus Abraham believed God Ga.3.6 - Gn.15.6 |
7 |
Γινώσκετε ἀρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ. | |
8 |
προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἐθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. | - In you shall all the nations be blessed Ga.3.8 - Gn.12.3 |
9 |
ὡστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. | |
10 |
ὁσοι γὰρ ἐξ ἐργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. | - Cursed be every one who does not abide by all things written in the book Ga.3.10 - Dt.27.26 |
11 |
ὁτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσετα· | - He who through faith is righteous shall live Ga.3.11 - Hab.2.4 |
12 |
ὁ δὲ νόμος οὐκ ἐστιν ἐκ πίστεως, ἀλλ' Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. | - He who does them shall live by them Ga.3.12 - Lv.18.5 |
13 |
Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, | - Cursed be every one who hangs on a tree Ga.3.13 - Dt.21.23 |
14 |
ἵνα εἰς τὰ ἐθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως. | |
15 |
Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὁμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. | The Law and the Promise Ga.3.15-20 |
16 |
τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός, Kαὶ τῷ σπέρματί σου, ὁς ἐστιν Χριστός. | - Now the promises were made to Abraham Ga.3.16 - Gn.12.7, Gn.13.15, Gn.17.7 |
17 |
τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἐτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. | |
18 |
εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δῖ ἐπαγγελίας κεχάρισται ὁ θεός. | |
19 |
Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἀχρις οὗ ἐλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δῖ ἀγγέλων ἐν χειρὶ μεσίτου. | |
20 |
ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἐστιν, ὁ δὲ θεὸς εἷς ἐστιν. | |
21 |
Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν ; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὀντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη. | Slaves and Sons Ga.3.21-4.7 |
22 |
ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἀμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. | |
23 |
Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. | |
24 |
ὡστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· | |
25 |
ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. | |
26 |
Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. | |
27 |
ὁσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· | |
28 |
οὐκ ἐνι Ἰουδαῖος οὐδὲ Ἑλλην, οὐκ ἐνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἐνι ἀρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. | |
29 |
εἰ δὲ ὑμεῖς Χριστοῦ, ἀρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατ' ἐπαγγελίαν κληρονόμοι. | |
|
|
<< | ΓΑΛ:3 | >> |
|