| 4 | ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ | ||
| 1 | Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, | Peter and John before the Council Ac.4.1-22 (Jerusalem) - | |
| 2 | διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν, | ||
| 3 | καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἐθεντο εἰς τήρησιν εἰς τὴν αὐριον· ἦν γὰρ ἑσπέρα ἠδη. | ||
| 4 | πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν χιλιάδες πέντε. | ||
| 5 | Ἐγένετο δὲ ἐπὶ τὴν αὐριον συναχθῆναι αὐτῶν τοὺς ἀρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ | ||
| 6 | (καὶ Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὁσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ) | ||
| 7 | καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; | ||
| 8 | τότε Πέτρος πλησθεὶς πνεύματος ἀγίου εἶπεν πρὸς αὐτούς, Ἀρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, | ||
| 9 | εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωται, | ||
| 10 | γνωστὸν ἐστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἠγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτ ος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. | ||
| 11 | οὗτός ἐστιν ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. | - the stone which was rejected by you builders Ac.4.11 - Ps.118.22 | |
| 12 | καὶ οὐκ ἐστιν ἐν ἀλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὀνομά ἐστιν ἑτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. | ||
| 13 | Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν· | ||
| 14 | τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν. | ||
| 15 | κελεύσαντες δὲ αὐτοὺς ἐξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους | ||
| 16 | λέγοντες, Τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δῖ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι· | ||
| 17 | ἀλλ' ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. | ||
| 18 | καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. | ||
| 19 | ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε, | ||
| 20 | οὐ δυνάμεθα γὰρ ἡμεῖς ἂ εἰδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. | ||
| 21 | οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι· | ||
| 22 | ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ' ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. | ||
| 23 | Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὁσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν. | The Believers Pray for Boldness Ac.4.23-31 (Jerusalem) - | |
| 24 | οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν, Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, | - Sovereign Lord, who didst make the heaven and the earth and the sea and everything in them, Ac.4.24 - Ex.20.11, Ps.146.6, Is.37.16 | |
| 25 | ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἀγίου στόματος Δαυὶδ παιδός σου εἰπών, καὶ λαοὶ ἐμελέτησαν κενά; | - Why did the Gentiles rage Ac.4.25-26 - Ps.2.1-2 | |
| 26 | παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. | ||
| 27 | συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἀγιον παῖδά σου Ἰησοῦν, ὃν ἐχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἐθνεσιν καὶ λαοῖς Ἰσραήλ, | ||
| 28 | ποιῆσαι ὁσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισεν γενέσθαι. | ||
| 29 | καὶ τὰ νῦν, κύριε, ἐπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, | ||
| 30 | ἐν τῷ τὴν χεῖρά ἐκτείνειν σε εἰς ἰασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἀγίου παιδός σου Ἰησοῦ. | ||
| 31 | καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἀπαντες τοῦ ἀγίου πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας. | ||
| 32 | Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἐλεγεν ἰδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἀπαντα κοινά. | All Things in Common Ac.4.32-37 | |
| 33 | καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. | ||
| 34 | οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὁσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἐφερον τὰς τιμὰς τῶν πιπρασκομένων | ||
| 35 | καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἀν τις χρείαν εἶχεν. | ||
| 36 | Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὁ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει, | ||
| 37 | ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἠνεγκεν τὸ χρῆμα καὶ ἐθηκεν πρὸς τοὺς πόδας τῶν ἀποστόλων. | ||
| << | ΠΡΑΞ:4 | >> | |||
|---|---|---|---|