13 | ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ | ||
1 | Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὁ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχ ου σύντροφος καὶ Σαῦλος. | Barnabas and Saul Commissioned Ac.13.1-3 (Jerusalem) - | |
2 | λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἀγιον, Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἐργον ὃ προσκέκλημαι αὐτούς. | ||
3 | τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν. | ||
4 | Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἀγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον, | The Apostles Preach in Cyprus Ac.13.4-12 | |
5 | καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. | ||
6 | διελθόντες δὲ ὁλην τὴν νῆσον ἀχρι Πάφου εὗρον ἀνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὀνομα Βαριησοῦ, | ||
7 | ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· | ||
8 | ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὑτως γὰρ μεθερμηνεύεται τὸ ὀνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. | ||
9 | Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἀγίου ἀτενίσας εἰς αὐτὸν | ||
10 | εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς | κυρίου τὰς εὐθείας;||
11 | καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἐσῃ τυφλὸς μὴ βλέπων τὸν ἡλιον ἀχρι καιροῦ. παραχρῆμά τε ἐπεσεν ἐπ' αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. | ||
12 | τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου. | ||
13 | Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ' αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. | Paul and Barnabas at Antioch of Pisidia Ac.13.13-52 | |
14 | αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ εἰςελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. | ||
15 | μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. | ||
16 | ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. | ||
17 | ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὑψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, | ||
18 | καὶ ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, | ||
19 | καὶ καθελὼν ἐθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν | ||
20 | ὡς ἐτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἐδωκεν κριτὰς ἑως Σαμουὴλ | προφήτου.||
21 | κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἐδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἀνδρα ἐκ φυλῆς Βενιαμείν, ἐτη τεσσεράκοντα. | ||
22 | καὶ μεταστήσας αὐτὸν ἠγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματ ά μου. | - 'I have found in David the son of Jesse a man after my heart who will do all my will.' Ac.13.22 - Ps.89.20, 1Sm.13.14 | |
23 | τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἠγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν, | ||
24 | προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. | ||
25 | ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἐλεγεν, Τί ἐμὲ ὑπονοεῖτε εἶναὶ; οὐκ εἰμὶ ἐγώ· ἀλλ' ἰδοὺ ἐρχεται μετ' ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. | ||
26 | Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. | ||
27 | οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἀρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, | ||
28 | καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν· | ||
29 | ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἐθηκαν εἰς μνημεῖον. | ||
30 | ὁ δὲ θεὸς ἠγειρεν αὐτὸν ἐκ νεκρῶν· | ||
31 | ὃς ὠφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἱτινες | εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.||
32 | καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, | ||
33 | ὁτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἐγὼ σήμερον γεγέννηκά σε. | ἡμῖν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, - Thou art my Son Ac.13.33 - Ps.2.7 | |
34 | ὁτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὑτως εἰρηκεν ὅτι | - I will give you the holy and sure blessings of David. Ac.13.34 - Is.55.3 | |
35 | διότι καὶ ἐν ἑτέρῳ λέγει, | - 'Thou wilt not let thy Holy One see corruption. Ac.13.35 - Ps.16.10 | |
36 | Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, | ||
37 | ὃν δὲ ὁ θεὸς ἠγειρεν οὐκ εἶδεν διαφθοράν. | ||
38 | γνωστὸν οὖν ἐστω ὑμῖν, ἀνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἀφεσις ἀμαρτιῶν καταγγέλλεται | ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι||
39 | ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. | ||
40 | βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις, | ||
41 | Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν. | - 'Behold, you scoffers, and wonder, and perish Ac.13.41 - Hab.1.5 | |
42 | Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. | ||
43 | λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἱτινες προσλαλοῦντες αὐτοῖς ἐπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ. | ||
44 | Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου. | ||
45 | ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὀχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες. | ||
46 | παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰων ίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. | ||
47 | οὑτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. | - I have set you to be a light for the Gentiles Ac.13.47 - Is.49.6 | |
48 | ἀκούοντα δὲ τὰ ἐθνη ἐχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου, καὶ ἐπίστευσαν ὁσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· | ||
49 | διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δῖ ὁλης τῆς χώρας. | ||
50 | οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶ ν ὁρίων αὐτῶν. | ||
51 | οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ' αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, | ||
52 | οἱ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἀγίου. | ||
<< | ΠΡΑΞ:13 | >> |
---|