| 11 | ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ | ||
| 1 | Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἐθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. | Peter's Report to the Church at Jerusalem Ac.11.1-18 (Jerusalem) - | |
| 2 | ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς | ||
| 3 | λέγοντες ὅτι Εἰσῆλθες πρὸς ἀνδρας ἀκροβυστίαν ἐχοντας καὶ συνέφαγες αὐτοῖς. | ||
| 4 | ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, | ||
| 5 | Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὁραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἀχρι ἐμοῦ· | ||
| 6 | εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. | ||
| 7 | ἠκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. | ||
| 8 | εἶπον δέ, Μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. | ||
| 9 | ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. | ||
| 10 | τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἀπαντα εἰς τὸν οὐρανόν. | ||
| 11 | καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἀνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. | ||
| 12 | εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· | ||
| 13 | ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν ἀγγελον ἐν τῷ οἰκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, | ||
| 14 | ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. | ||
| 15 | ἐν δὲ τῷ ἀρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἀγιον ἐπ' αὐτοὺς ὡσπερ καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ. | ||
| 16 | ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἐλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὑδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἀγίῳ. | ||
| 17 | εἰ οὖν τὴν ἰσην δωρεὰν ἐδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἠμην δυνατὸς κωλῦσαι τὸν θεόν; | ||
| 18 | ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, Ἄρα καὶ τοῖς ἐθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἐδωκεν. | ||
| 19 | Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἑως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. | The Church at Antioch Ac.11.19-30 (Antioch, Syria) - | |
| 20 | ἦσαν δέ τινες ἐξ αὐτῶν ἀνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἱτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. | ||
| 21 | καὶ ἦν χεὶρ κυρίου μετ' αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. | ||
| 22 | ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὐσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἑως Ἀντιοχείας· | ||
| 23 | ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ, | ||
| 24 | ὁτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἀγίου καὶ πίστεως. καὶ προσετέθη ὀχλος ἱκανὸς τῷ κυρίῳ. | ||
| 25 | ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, | ||
| 26 | καὶ εὑρὼν ἠγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὁλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὀχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητ ὰς Χριστιανούς. | ||
| 27 | Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· | ||
| 28 | ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἐσεσθαι ἐφ' ὁλην τὴν οἰκουμένην· ἡτις ἐγένετο ἐπὶ Κλαυδίου. | ||
| 29 | τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὡρισαν ἑκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· | ||
| 30 | ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου. | ||
| << | ΠΡΑΞ:11 | >> | |||
|---|---|---|---|