| 9 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. | The Healing of a Man Born Blind Jn.9.1-12 (Jerusalem) - | |
| 2 | καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Ῥαββί, τίς ἡμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; | ||
| 3 | ἀπεκρίθη Ἰησοῦς, Οὐτε οὗτος ἡμαρτεν οὐτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἐργα τοῦ θεοῦ ἐν αὐτῷ. | ||
| 4 | ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἐργα τοῦ πέμψαντός με ἑως ἡμέρα ἐστίν· ἐρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. | ||
| 5 | ὁταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. | ||
| 6 | ταῦτα εἰπὼν ἐπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς | ||
| 7 | καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται Ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. | ||
| 8 | Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἐλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; | ||
| 9 | ἀλλοι ἐλεγον ὅτι Οὗτός ἐστιν· ἀλλοι ἐλεγον, Οὐχί, ἀλλὰ ὁμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἐλεγεν ὅτι Ἐγώ εἰμι. | ||
| 10 | ἐλεγον οὖν αὐτῷ, Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; | ||
| 11 | ἀπεκρίθη ἐκεῖνος, Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νι ψάμενος ἀνέβλεψα. | ||
| 12 | καὶ εἶπαν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; λέγει, Οὐκ οἶδα. | ||
| 13 | Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. | The Pharisees Investigate the Healing Jn.9.13-34 (Jerusalem) - | |
| 14 | ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. | ||
| 15 | πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. | ||
| 16 | ἐλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, Οὐκ ἐστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἀλλοι ἐλεγον, Πῶς δύναται ἄνθρωπος ἀμαρτωλὸς τοιαῦτα σημεῖα πο ιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. | ||
| 17 | λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. | ||
| 18 | Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἑως ὁτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος | ||
| 19 | καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθὴ πῶς οὖν βλέπει ἀρτὶ; | ||
| 20 | ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· | ||
| 21 | πῶς δὲ νῦν βλέπει οὐκ οἰδαμεν, ἢ τίς ἠνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἰδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἐχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. | ||
| 22 | ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἠδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. | ||
| 23 | διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἐχει, αὐτὸν ἐπερωτήσατε. | ||
| 24 | Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ, Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἰδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἀμαρτωλός ἐστιν. | ||
| 25 | ἀπεκρίθη οὖν ἐκεῖνος, Εἰ ἀμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἀρτι βλέπω. | ||
| 26 | εἶπον οὖν αὐτῷ, Τί ἐποίησέν σοὶ πῶς ἠνοιξέν σου τοὺς ὀφθαλμούς; | ||
| 27 | ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἠδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαὶ; | ||
| 28 | καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον, Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· | ||
| 29 | ἡμεῖς οἰδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἰδαμεν πόθεν ἐστίν. | ||
| 30 | ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἰδατε πόθεν ἐστίν, καὶ ἠνοιξέν μου τοὺς ὀφθαλμούς. | ||
| 31 | οἰδαμεν ὅτι ἀμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. | ||
| 32 | ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· | ||
| 33 | εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. | ||
| 34 | ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Ἐν ἀμαρτίαις σὺ ἐγεννήθης ὁλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἐξω. | ||
| 35 | Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἐξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώποὺ; | Spiritual Blindness Jn.9.35-41 (Jerusalem) - | |
| 36 | ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; | ||
| 37 | εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. | ||
| 38 | ὁ δὲ ἐφη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. | ||
| 39 | καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. | ||
| 40 | Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; | ||
| 41 | εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἰχετε ἀμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ἀμαρτία ὑμῶν μένει. | ||
| << | ΙΝ:9 | | |||
|---|---|---|---|