| 4 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Ὡς οὖν ἐγνω ὁ Ἰησοῦς ὅτι ἠκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης | Jesus and the Woman of Samaria Jn.4.1-42 (Sychar) - | |
| 2 | - καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ' οἱ μαθηταὶ αὐτοῦ - | ||
| 3 | ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν. | ||
| 4 | ἐδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. | ||
| 5 | ἐρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἐδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· | ||
| 6 | ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὑτως ἐπὶ τῇ πηγῇ· ὡρα ἦν ὡς ἑκτη. | ||
| 7 | Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὑδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι πεῖν· | ||
| 8 | οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. | ||
| 9 | λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὐσης; (οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις.) | ||
| 10 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾐδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πεῖν, σὺ ἂν ᾐτησας αὐτὸν καὶ ἐδωκεν ἀν σοι ὑδωρ ζῶν. | ||
| 11 | λέγει αὐτῷ ἡ γυνή, Κύριε, οὐτε ἀντλημα ἐχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἐχεις τὸ ὑδωρ τὸ ζῶν; | ||
| 12 | μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἐδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἐπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; | ||
| 13 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων ἐκ τοῦ ὑδατος τούτου διψήσει πάλιν· | ||
| 14 | ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὑδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὑδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὑδατος ἀλλομένου εἰς ζωὴν αἰώνι ον. | ||
| 15 | λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὑδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. | ||
| 16 | Λέγει αὐτῇ, Ὕπαγε φώνησον τὸν ἀνδρα σου καὶ ἐλθὲ ἐνθάδε. | ||
| 17 | ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ, Οὐκ ἐχω ἀνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἐχω· | ||
| 18 | πέντε γὰρ ἀνδρας ἐσχες, καὶ νῦν ὃν ἐχεις οὐκ ἐστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἰρηκας. | ||
| 19 | λέγει αὐτῷ ἡ γυνή, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. | ||
| 20 | οἱ πατέρες ἡμῶν ἐν τῷ ὀρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὁπου προσκυνεῖν δεῖ. | ||
| 21 | λέγει αὐτῇ ὁ Ἰησοῦς, Πίστευέ μοι, γύναι, ὅτι ἐρχεται ὡρα ὅτε οὐτε ἐν τῷ ὀρει τούτῳ οὐτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. | ||
| 22 | ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἰδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἰδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. | ||
| 23 | ἀλλὰ ἐρχεται ὡρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. | ||
| 24 | Πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. | ||
| 25 | λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσσίας ἐρχεται, ὁ λεγόμενος Χριστός· ὁταν ἐλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἀπαντα. | ||
| 26 | λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι. | ||
| 27 | Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, Τί ζητεῖς; ἠ, τί λαλεῖς μετ' αὐτῆς; | ||
| 28 | ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις, | ||
| 29 | Δεῦτε ἰδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὁσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; | ||
| 30 | ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἠρχοντο πρὸς αὐτόν. | ||
| 31 | Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, Ῥαββί, φάγε. | ||
| 32 | ὁ δὲ εἶπεν αὐτοῖς, Ἐγὼ βρῶσιν ἐχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἰδατε. | ||
| 33 | ἐλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἠνεγκεν αὐτῷ φαγεῖν; | ||
| 34 | λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἐργον. | ||
| 35 | οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἐρχετα; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἠδη | ||
| 36 | ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. | ||
| 37 | ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἀλλος ὁ θερίζων. | ||
| 38 | ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἀλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. | ||
| 39 | Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἂ ἐποίησα. | ||
| 40 | ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἐμεινεν ἐκεῖ δύο ἡμέρας. | ||
| 41 | καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, | ||
| 42 | τῇ τε γυναικὶ ἐλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἰδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου. | ||
| 43 | Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν· | The Healing of the Official's Son Jn.4.43-54 (Cana) -[ Jn.4.43-54 → ] - Mt.8.5-13, Lk.7.1-10 | |
| 44 | αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἐχει. | ||
| 45 | ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὁσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. | ||
| 46 | Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὁπου ἐποίησεν τὸ ὑδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ· | ||
| 47 | οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἡκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἠμελλεν γὰρ ἀποθνῄσκειν. | ||
| 48 | εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἰδητε, οὐ μὴ πιστεύσητε. | ||
| 49 | λέγει πρὸς αὐτὸν ὁ βασιλικός, Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. | ||
| 50 | λέγει αὐτῷ ὁ Ἰησοῦς, Πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. | ||
| 51 | ἠδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ. | ||
| 52 | ἐπύθετο οὖν τὴν ὡραν παρ' αὐτῶν ἐν ᾗ κομψότερον ἐσχεν· εἶπαν οὖν αὐτῷ ὅτι Ἐχθὲς ὡραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. | ||
| 53 | ἐγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὡρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὁλη. | ||
| 54 | Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. | ||
| << | ΙΝ:4 | | |||
|---|---|---|---|