| 21 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὑτως. | The Appearance of Jesus to the Seven Disciples Jn.21.1-14 (Tiberius) - | |
| 2 | ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἀλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. | ||
| 3 | λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἀλιεύειν. λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. | ||
| 4 | πρωΐας δὲ ἠδη γενομένης ἐστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾐδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. | ||
| 5 | λέγει οὖν αὐτοῖς Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἐχετὲ ἀπεκρίθησαν αὐτῷ, Οὐ. | ||
| 6 | ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἐβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἰσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. | ||
| 7 | λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἐβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· | ||
| 8 | οἱ δὲ ἀλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. | ||
| 9 | ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἀρτον. | ||
| 10 | λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. | ||
| 11 | ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἱλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὀντων οὐκ ἐσχίσθη τὸ δίκτυον. | ||
| 12 | λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. | ||
| 13 | ἐρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἀρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. | ||
| 14 | τοῦτο ἠδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν. | ||
| 15 | Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ, Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. | Jesus and Peter Jn.21.15-19 (Tiberius) - | |
| 16 | λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωάννου, ἀγαπᾷς μὲ λέγει αὐτῷ, Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. | ||
| 17 | λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωάννου, φιλεῖς μὲ ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς μὲ καὶ λέγει αὐτῷ, Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ ςε. λέγει αὐτῷ, Βόσκε τὰ πρόβατά σου. | ||
| 18 | ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὁπου ἠθελες· ὁταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἀλλος σε ζώσει καὶ οἰσει ὁπου οὐ θέλεις. | ||
| 19 | τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι. | ||
| 20 | Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν ὁ παραδιδούς ςὲ; | Jesus and the Beloved Disciple Jn.21.20-25 (Tiberius) - | |
| 21 | τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; | ||
| 22 | λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἑως ἐρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει. | ||
| 23 | ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ', Ἐὰν αὐτὸν θέλω μένειν ἑως ἐρχομαι | ||
| 24 | Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα, καὶ οἰδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν. | ||
| 25 | Ἔστιν δὲ καὶ ἀλλα πολλὰ ἂ ἐποίησεν ὁ Ἰησοῦς, ἀτινα ἐὰν γράφηται καθ' ἑν, οὐδ' αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. | ||
| << | ΙΝ:21 | | |||
|---|---|---|---|