| 16 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. | ||
| 2 | ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἐρχεται ὡρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. | ||
| 3 | καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἐγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. | ||
| 4 | ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὁταν ἐλθῃ ἡ ὡρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ' ὑμῶν ἠμην. | The Work of the Spirit Jn.16.4-15 (Jerusalem) - | |
| 5 | νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; | ||
| 6 | ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. | ||
| 7 | ἀλλ' ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. | ||
| 8 | καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἀμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· | ||
| 9 | περὶ ἀμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· | ||
| 10 | περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· | ||
| 11 | περὶ δὲ κρίσεως, ὅτι ὁ ἀρχων τοῦ κόσμου τούτου κέκριται. | ||
| 12 | Ἔτι πολλὰ ἐχω ὑμῖν λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἀρτι· | ||
| 13 | ὁταν δὲ ἐλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὁσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. | ||
| 14 | ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. | ||
| 15 | πάντα ὁσα ἐχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. | ||
| 16 | Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὀψεσθέ με. | Sorrow Will Turn into Joy Jn.16.16-24 (Jerusalem) - | |
| 17 | εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὀψεσθέ μὲ καί, ὅτι ὑπάγω πρὸς τὸν πατέρὰ; | ||
| 18 | ἐλεγον οὖν, Τί ἐστιν τοῦτο , τὸ μικρόν; οὐκ οἰδαμεν τί λαλεῖ. | ||
| 19 | ἐγνω Ἰησοῦς ὅτι ἠθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε μετ' ἀλλήλων ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὀψεσθέ μὲ; | ||
| 20 | ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλ' ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. | ||
| 21 | ἡ γυνὴ ὁταν τίκτῃ λύπην ἐχει, ὅτι ἦλθεν ἡ ὡρα αὐτῆς· ὁταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. | ||
| 22 | καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἐχετε· πάλιν δὲ ὀψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἰρει ἀφ' ὑμῶν. | ||
| 23 | καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀν τι αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν. | ||
| 24 | ἑως ἀρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. | ||
| 25 | Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἐρχεται ὡρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν. | I Have Overcome the World Jn.16.25-33 (Jerusalem) - | |
| 26 | ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· | ||
| 27 | αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ θεοῦ ἐξῆλθον. | ||
| 28 | ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. | ||
| 29 | Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ, Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. | ||
| 30 | νῦν οἰδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἐχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. | ||
| 31 | ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Ἄρτι πιστεύετὲ; | ||
| 32 | ἰδοὺ ἐρχεται ὡρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἑκαστος εἰς τὰ ἰδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ' ἐμοῦ ἐστιν. | ||
| 33 | ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἐχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἐχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. | ||
| << | ΙΝ:16 | >> | |||
|---|---|---|---|