|
| 16 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ |
|
| 1 |
Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. | |
| 2 |
ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἐρχεται ὡρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. | |
| 3 |
καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἐγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. | |
| 4 |
ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὁταν ἐλθῃ ἡ ὡρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ' ὑμῶν ἠμην. | The Work of the Spirit Jn.16.4-15 (Jerusalem) - |
| 5 |
νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; | |
| 6 |
ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. | |
| 7 |
ἀλλ' ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. | |
| 8 |
καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἀμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· | |
| 9 |
περὶ ἀμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· | |
| 10 |
περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· | |
| 11 |
περὶ δὲ κρίσεως, ὅτι ὁ ἀρχων τοῦ κόσμου τούτου κέκριται. | |
| 12 |
Ἔτι πολλὰ ἐχω ὑμῖν λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἀρτι· | |
| 13 |
ὁταν δὲ ἐλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὁσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. | |
| 14 |
ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. | |
| 15 |
πάντα ὁσα ἐχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. | |
| 16 |
Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὀψεσθέ με. | Sorrow Will Turn into Joy Jn.16.16-24 (Jerusalem) - |
| 17 |
εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὀψεσθέ μὲ καί, ὅτι ὑπάγω πρὸς τὸν πατέρὰ; | |
| 18 |
ἐλεγον οὖν, Τί ἐστιν τοῦτο , τὸ μικρόν; οὐκ οἰδαμεν τί λαλεῖ. | |
| 19 |
ἐγνω Ἰησοῦς ὅτι ἠθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε μετ' ἀλλήλων ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὀψεσθέ μὲ; | |
| 20 |
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλ' ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. | |
| 21 |
ἡ γυνὴ ὁταν τίκτῃ λύπην ἐχει, ὅτι ἦλθεν ἡ ὡρα αὐτῆς· ὁταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. | |
| 22 |
καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἐχετε· πάλιν δὲ ὀψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἰρει ἀφ' ὑμῶν. | |
| 23 |
καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀν τι αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν. | |
| 24 |
ἑως ἀρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. | |
| 25 |
Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἐρχεται ὡρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν. | I Have Overcome the World Jn.16.25-33 (Jerusalem) - |
| 26 |
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· | |
| 27 |
αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ θεοῦ ἐξῆλθον. | |
| 28 |
ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. | |
| 29 |
Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ, Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. | |
| 30 |
νῦν οἰδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἐχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. | |
| 31 |
ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Ἄρτι πιστεύετὲ; | |
| 32 |
ἰδοὺ ἐρχεται ὡρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἑκαστος εἰς τὰ ἰδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ' ἐμοῦ ἐστιν. | |
| 33 |
ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἐχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἐχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. | |
| |
|
<< | ΙΝ:16 | >> |
|