| 13 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὡρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τε λος ἠγάπησεν αὐτούς. | Washing the Disciples' Feet Jn.13.1-20 (Jerusalem) - | |
| 2 | καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἠδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου, | ||
| 3 | εἰδὼς ὅτι πάντα ἐδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, | ||
| 4 | ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. | ||
| 5 | εἶτα βάλλει ὑδωρ εἰς τὸν νιπτῆρα καὶ ἠρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. | ||
| 6 | ἐρχεται οὖν πρὸς Σίμωνα Πέτρον. λέγει αὐτῷ, Κύριε, σύ μου νίπτεις τοὺς πόδας; | ||
| 7 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἀρτι, γνώσῃ δὲ μετὰ ταῦτα. | ||
| 8 | λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ, Ἐὰν μὴ νίψω σε, οὐκ ἐχεις μέρος μετ' ἐμοῦ. | ||
| 9 | λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. | ||
| 10 | λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὁ λελουμένος οὐκ ἐχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ' ἐστιν καθαρὸς ὁλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες. | ||
| 11 | ᾐδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι Οὐχὶ πάντες καθαροί ἐστε. | ||
| 12 | Ὅτε οὖν ἐνιψεν τοὺς πόδας αὐτῶν ἐλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τί πεποίηκα ὑμῖν; | ||
| 13 | ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. | ||
| 14 | εἰ οὖν ἐγὼ ἐνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· | ||
| 15 | ὑπόδειγμα γὰρ ἐδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. | ||
| 16 | ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἐστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. | ||
| 17 | εἰ ταῦτα οἰδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. | ||
| 18 | οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ' ἵνα ἡ γραφὴ πληρωθῇ, Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ. | - 'He who ate my bread has lifted his heel against me Jn.13.18 - Ps.41.9 | |
| 19 | ἀπ' ἀρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὁταν γένηται ὅτι ἐγώ εἰμι. | ||
| 20 | ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἀν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με. | ||
| 21 | Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρΤύρησεν καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. | Jesus Foretells His Betrayal Jn.13.21-30 (Jerusalem) -[ Jn.13.21-30 → ] - Mt.26.20-25, Mk.14.17021, Lk.22.21-23 | |
| 22 | ἐβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. | ||
| 23 | ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· | ||
| 24 | νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἰη περὶ οὗ λέγει. | ||
| 25 | ἀναπεσὼν οὖν ἐκεῖνος οὑτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ, Κύριε, τίς ἐστιν; | ||
| 26 | ἀποκρίνεται Ἰησοῦς, Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον δίδωσιν ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. | ||
| 27 | καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς, Ὃ ποιεῖς ποίησον τάχιον. | ||
| 28 | τοῦτο οὐδεὶς ἐγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· | ||
| 29 | τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἐχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. | ||
| 30 | λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ. | ||
| 31 | Ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς, Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· | The New Commandment Jn.13.31-35 (Jerusalem) - | |
| 32 | καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. | ||
| 33 | τεκνία, ἐτι μικρὸν μεθ' ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἀρτι. | ||
| 34 | ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. | ||
| 35 | ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἐχητε ἐν ἀλλήλοις. | ||
| 36 | Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη Ἰησοῦς, Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὑστερον. | Peter's Denial Foretold Jn.13.36-38 (Jerusalem) -[ Jn.13.36-38 → ] - Mt.26.31-35, Mk.14.27-31, Lk.22.31-34 | |
| 37 | λέγει αὐτῷ ὁ Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἀρτὶ τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. | ||
| 38 | ἀποκρίνεται Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἑως οὗ ἀρνήσῃ με τρίς. | ||
| << | ΙΝ:13 | >> | |||
|---|---|---|---|