12 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
1 | Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὁπου ἦν Λάζαρος, ὃν ἠγειρεν ἐκ νεκρῶν Ἰησοῦς. | The Anointing at Bethany Jn.12.1-8 (Bethany) -[ Jn.12.1-8 → ] - Mt.26.6-13, Mk.14.3-9 | |
2 | ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. | ||
3 | ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἠλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀ σμῆς τοῦ μύρου. | ||
4 | λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς | τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι,||
5 | Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; | ||
6 | εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἐμελεν αὐτῷ ἀλλ' ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἐχων τὰ βαλλόμενα ἐβάσταζεν. | ||
7 | εἶπεν οὖν ὁ Ἰησοῦς, Ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό· | ||
8 | τοὺς πτωχοὺς γὰρ πάντοτε ἐχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἐχετε. | ||
9 | Ἔγνω οὖν | ὀχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἰδωσιν ὃν ἠγειρεν ἐκ νεκρῶν.The Plot against Lazarus Jn.12.9-11 (Jerusalem) - | |
10 | ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, | ||
11 | ὁτι πολλοὶ δῖ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. | ||
12 | Τῇ ἐπαύριον ὁ ὀχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἐρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, | The Triumphal Entry into Jerusalem Jn.12.12-19 (Jerusalem) -[ Jn.12.12-19 → ] - Mt.21.1-11, Mk.11.1-11, Lk.19.28-38 | |
13 | ἐλαβον τὰ βαΐα τῶν Φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὁ βασιλεὺς τοῦ ἰσραήλ. | - Hosanna! Blessed is he who comes Jn.12.13 - Ps.118.25-26, Zch.9.9 | |
14 | εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστιν γεγραμμένον, | ||
15 | Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. | ||
16 | ταῦτα οὐκ ἐγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ' ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. | ||
17 | ἐμαρΤύρει οὖν ὁ ὀχλος ὁ ὢν μετ' αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἠγειρεν αὐτὸν ἐκ νεκρῶν. | ||
18 | διὰ τοῦτο | ὑπήντησεν αὐτῷ ὁ ὀχλος ὅτι ἠκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.||
19 | οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἰδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. | ||
20 | Ἦσαν δὲ Ἑλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· | Some Greeks Seek Jesus Jn.12.20-26 (Olivet) - | |
21 | οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. | ||
22 | ἐρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἐρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ. | ||
23 | ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὡρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. | ||
24 | ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. | ||
25 | ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. | ||
26 | ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω, καὶ ὁπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἐσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ. | ||
27 | Νῦν ἡ ψυχή μου τετάρακται. καὶ τί εἰπὼ Πάτερ, σῶσόν με ἐκ τῆς ὡρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὡραν ταύτην. | The Son of Man Must be Lifted Up Jn.12.27-36 (Olivet) - | |
28 | πάτερ, δόξασόν σου τὸ ὀνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. | ||
29 | ὁ οὖν ὀχλος ὁ ἑστὼς καὶ ἀκούσας ἐλεγεν βροντὴν γεγονέναι· ἀλλοι ἐλεγον, Ἄγγελος αὐτῷ λελάληκεν. | ||
30 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν, Οὐ δῖ ἐμὲ ἡ φωνὴ αὑτη γέγονεν ἀλλὰ δῖ ὑμᾶς. | ||
31 | νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἀρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἐξω· | ||
32 | κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. | ||
33 | τοῦτο δὲ ἐλεγεν σημαίνων ποίῳ θανάτῳ ἠμελλεν ἀποθνῄσκειν. | ||
34 | ἀπεκρίθη οὖν αὐτῷ ὁ ὀχλος, Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώποὺ τίς ἐστιν ο ὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; | ||
35 | εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἐχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἰ 'δεν ποῦ ὑπάγει. | ||
36 | ὡς τὸ φῶς ἐχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν. | The Unbelief of the Jews Jn.12.36-43 (Olivet) - | |
37 | Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἐμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, | ||
38 | ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; | - Lord, who has believed our report Jn.12.38 - Is.53.1 | |
39 | διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας, | ||
40 | Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς. | - see with their eyes and perceive with their heart Jn.12.40 - Is.6.9-10 | |
41 | ταῦτα εἶπεν Ἠσαΐας, ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. | ||
42 | ὁμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· | ||
43 | ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἠπερ τὴν δόξαν τοῦ θεοῦ. | ||
44 | Ἰησοῦς δὲ ἐκραξεν καὶ εἶπεν, Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με, | Judgment by Jesus' Word Jn.12.44-50 (Olivet) - | |
45 | καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. | ||
46 | ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. | ||
47 | καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ' ἵνα σώσω τὸν κόσμον. | ||
48 | ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἐχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· | ||
49 | ὁτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἰπω καὶ τί λαλήσω. | ||
50 | καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἂ οὖν ἐγὼ λαλῶ, καθὼς εἰρηκέν μοι ὁ πατήρ, οὑτως λαλῶ. | ||
<< | ΙΝ:12 | >> |
---|