1 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
1 | Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. | The Word Became Flesh Jn.1.1-18 | |
2 | οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. | ||
3 | πάντα δῖ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἑν. ὃ γέγονεν | ||
4 | ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· | ||
5 | καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. | ||
6 | Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὀνομα αὐτῷ Ἰωάννης· | ||
7 | οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δῖ αὐτοῦ. | ||
8 | οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. | ||
9 | Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. | ||
10 | ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δῖ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἐγνω. | ||
11 | εἰς τὰ ἰδια ἦλθεν, καὶ οἱ ἰδιοι αὐτὸν οὐ παρέλαβον. | ||
12 | ὁσοι δὲ ἐλαβον αὐτόν, ἐδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὀνομα αὐτοῦ, | ||
13 | οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. | ||
14 | Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. | ||
15 | Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἐμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | ||
16 | ὁτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· | ||
17 | ὁτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. | ||
18 | θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. | ||
19 | Καὶ αὑτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν | οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;The Testimony of John the Baptist Jn.1.19-28 (Bethabara-Bethany?) -[ Jn.1.19-28 → ] - Mt.3.1-12, Mk.1.1-8, Lk.3.1-9 | |
20 | καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. | ||
21 | καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; σύ Ἠλίας εἶ; καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὐ. | ||
22 | εἶπαν οὖν αὐτῷ, Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; | ||
23 | ἐφη, εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. | - I am the voice of one crying in the wilderness Jn.1.23 - Is.40.3 | |
24 | Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. | ||
25 | καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; | ||
26 | ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὑδατι· μέσος ὑμῶν ἑστηκεν ὃν ὑμεῖς οὐκ οἰδατε, | ||
27 | ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ | ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.||
28 | Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὁπου ἦν ὁ Ἰωάννης βαπτίζων. | ||
29 | Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἰρων τὴν ἀμαρτίαν τοῦ κόσμου. | The Lamb of God Jn.1.29-34 (Bethabara-Bethany?) - | |
30 | οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἐρχεται ἀνὴρ ὃς ἐμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | ||
31 | κἀγὼ οὐκ ᾐδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὑδατι βαπτίζων. | ||
32 | Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἐμεινεν ἐπ' αὐτόν· | ||
33 | κἀγὼ οὐκ ᾐδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὑδατι ἐκεῖνός μοι εἶπεν, Ἐφ' ὃν ἂν ἰδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἀγίῳ. | ||
34 | κἀγὼ ἑώρακα, καὶ μεμαρΤύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. | ||
35 | Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, | The First Disciples Jn.1.35-42 (Bethabara-Bethany?) - | |
36 | καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. | ||
37 | καὶ ἠκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. | ||
38 | στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, Τί ζητεῖτὲ οἱ δὲ εἶπαν αὐτῷ, Ῥαββί (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; | ||
39 | λέγει αὐτοῖς, Ἔρχεσθε καὶ ὀψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ' αὐτῷ ἐμειναν τὴν ἡμέραν ἐκείνην· ὡρα ἦν ὡς δεκάτη. | ||
40 | Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· | ||
41 | εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἰδιον Σίμωνα καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον Χριστός)· | ||
42 | ἠγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν, Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου· σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος). | ||
43 | Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀκολούθει μοι. | The Calling of Philip and Nathanael Jn.1.43-51 (Bethabara-Bethany?) - | |
44 | ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. | ||
45 | εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, Ὃν ἐγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. | ||
46 | καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ἐκ Nαζαρὲτ δύναταί τι ἀγαθὸν εἶναὶ λέγει αὐτῷ | Φίλιππος, Ἔρχου καὶ ἰδε.||
47 | εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἐστιν. | ||
48 | λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὀντα ὑπὸ τὴν συκῆν εἶδόν σε. | ||
49 | ἀπεκρίθη αὐτῷ Ναθαναήλ, Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ. | ||
50 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὀψῃ. | ||
51 | καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὀψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. | - you will see heaven opened Jn.1.51 - Dn.7.13 | |
| ΙΝ:1 | >> |
---|