| 22 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
| 1 | Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. | The Plot to Kill Jesus Lk.22.1-2 (Jerusalem) -[ Lk.22.1-2 → ] - Mt.26.1-5, Mk.14.1-2, Jn.11.45-53 | |
| 2 | καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. | ||
| 3 | Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὀντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· | ||
| 4 | καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν. | ||
| 5 | καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. | ||
| 6 | καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἀτερ ὀχλου αὐτοῖς. | ||
| 7 | Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἐδει θύεσθαι τὸ πάσχα. | The Preparation of the Passover Lk.22.7-13 (Jerusalem) -[ Lk.22.7-13 → ] - Mt.26.17-25, Mk.14.12-21, Lk.22.21-23, Jn.13.21-30 | |
| 8 | καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. | ||
| 9 | οἱ δὲ εἶπαν αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμεν; | ||
| 10 | ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὑδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. | ||
| 11 | καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα ὁπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγὼ; | ||
| 12 | κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. | ||
| 13 | ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. | ||
| 14 | Καὶ ὅτε ἐγένετο ἡ ὡρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ. | The Institution of the Lord's Supper Lk.22.14-23 (Jerusalem) -[ Lk.22.14-23 → ] - Mt.26.26-30, Mk.14.22-25, 1Cor.11.23-26 | |
| 15 | καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν· | ||
| 16 | λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἑως ὁτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. | ||
| 17 | καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· | ||
| 18 | λέγω γὰρ ὑμῖν οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἑως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἐλθῃ. | ||
| 19 | καὶ λαβὼν ἀρτον εὐχαριστήσας ἐκλασεν καὶ ἐδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου | ||
| 20 | καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἱματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. | ||
| 21 | πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης· | ||
| 22 | ὁτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δῖ οὗ παραδίδοται. | ||
| 23 | καὶ αὐτοὶ ἠρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἀρα εἰη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. | ||
| 24 | Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. | The Dispute about Greatness Lk.22.24-30 (Jerusalem) - | |
| 25 | ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. | ||
| 26 | ὑμεῖς δὲ οὐχ οὑτως, ἀλλ' ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. | ||
| 27 | τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. | ||
| 28 | ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· | ||
| 29 | κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν | ||
| 30 | ἵνα ἐσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ. | ||
| 31 | Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· | Peter's Denial Foretold Lk.22.31-34 (Jerusalem) -[ Lk.22.31-34 → ] - Mt.26.31-35, Mk.14.27-31, Jn.13.36-38 | |
| 32 | ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. | ||
| 33 | ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἑτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. | ||
| 34 | ὁ δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἑως τρίς με ἀπαρνήσῃ εἰδέναι. | ||
| 35 | Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἀτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατὲ οἱ δὲ εἶπαν, Οὐθενός. | Purse, Bag, and Sword Lk.22.35-38 (Jerusalem) - | |
| 36 | εἶπεν δὲ αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἐχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἐχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. | ||
| 37 | λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἐχει. | ||
| 38 | οἱ δὲ εἶπαν, Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστιν. | ||
| 39 | καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἐθος εἰς τὸ ὀρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί. | The Prayer on the Mount of Olives Lk.22.39-46 (Gethsemane) -[ Lk.22.39-46 → ] - Mt.26.36-46, Mk.14.32-42 | |
| 40 | γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. | ||
| 41 | καὶ αὐτὸς ἀπεσπάσθη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο | ||
| 42 | λέγων, Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. | ||
| 43 | |||
| 44 | καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἱματος καταβαίνοντες ἐπὶ τὴν γῆν. | ||
| 45 | καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, | ||
| 46 | καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετὲ ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. | ||
| 47 | Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὀχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἠγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. | The Betrayal and Arrest of Jesus Lk.22.47-53 (Gethsemane) -[ Lk.22.47-53 → ] - Mt.26.47-56, Mk.14.43-50, Jn.18.3-12 | |
| 48 | Ἰησοῦς δὲ εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; | ||
| 49 | ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν, Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; | ||
| 50 | καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν. | ||
| 51 | ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἑως τούτου· καὶ ἀψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν. | ||
| 52 | εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ' αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; | ||
| 53 | καθ' ἡμέραν ὀντος μου μεθ' ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ' ἐμέ· ἀλλ' αὑτη ἐστὶν ὑμῶν ἡ ὡρα καὶ ἡ ἐξουσία τοῦ σκότους. | ||
| 54 | Συλλαβόντες δὲ αὐτὸν ἠγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. | Peter's Denial of Jesus Lk.22.54-62 (Jerusalem) -[ Lk.22.54-62 → ] - Mt.26.57-75, Mk.14.53-72, Jn.18.12-18, Jn.18.25-27 | |
| 55 | περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν. | ||
| 56 | ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν, Καὶ οὗτος σὺν αὐτῷ ἦν· | ||
| 57 | ὁ δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα αὐτόν, γύναι. | ||
| 58 | καὶ μετὰ βραχὺ ἑτερος ἰδὼν αὐτὸν ἐφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ἐφη, Ἄνθρωπε, οὐκ εἰμί. | ||
| 59 | καὶ διαστάσης ὡσεὶ ὡρας μιᾶς ἀλλος τις διϊσχυρίζετο λέγων, Ἐπ' ἀληθείας καὶ οὗτος μετ' αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· | ||
| 60 | εἶπεν δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἐτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. | ||
| 61 | καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς· | ||
| 62 | καὶ ἐξελθὼν ἐξω ἐκλαυσεν πικρῶς. | ||
| 63 | Καὶ οἱ ἀνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, | The Mocking and Beating of Jesus Lk.21.63-65 (Jerusalem) -[ Lk.21.63-65 → ] - Mt.26.67-68, Mk.14.65 | |
| 64 | καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, Προφήτευσον, τίς ἐστιν ὁ παίσας σὲ; | ||
| 65 | καὶ ἑτερα πολλὰ βλασφημοῦντες ἐλεγον εἰς αὐτόν. | ||
| 66 | Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, | Jesus before the Council. Lk.21.66-71 (Jerusalem) -[ Lk.21.66-71 → ] - Mt.26.59-66, Mk.14.55-64, Jn.18.19-24 | |
| 67 | λέγοντες, Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἰπω οὐ μὴ πιστεύσητε· | ||
| 68 | ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε. | ||
| 69 | ἀπὸ τοῦ νῦν δὲ ἐσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. | - the Son of man shall be seated at the right hand of the power of God Lk.22.69 - Dn.7.13, Ps.110.1 | |
| 70 | εἶπαν δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἐφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. | ||
| 71 | οἱ δὲ εἶπαν, Τί ἐτι ἐχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. | ||
| << | ΛΚ:22 | >> | |||
|---|---|---|---|