katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΛΟΥΚΑΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

19ΚΑΤΑ ΛΟΥΚΑΝ

1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. Jesus and Zachaeus Lk.19.1-10 (Jericho) -
2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος.  
3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὀχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.  
4 καὶ προδραμὼν εἰς τὸ ἐμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἰδῃ αὐτόν, ὅτι ἐκείνης ἠμελλεν διέρχεσθαι.  
5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἰκῳ σου δεῖ με μεῖναι.  
6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.  
7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἀμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.  
8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, Ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἰ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.  
9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἰκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·  
10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.  
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι. The Parable of the Ten Pounds Lk.19.11-27 (Jericho) -[ Lk.19.11-27 → ] - Mt.25.14-30
12 εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.  
13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἐδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς, Πραγματεύσασθε ἐν ᾧ ἐρχομαι.

 
14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς.  
15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.

 
16 παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς.  
17 καὶ εἶπεν αὐτῷ, Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἰσθι ἐξουσίαν ἐχων ἐπάνω δέκα πόλεων.  
18 καὶ ἦλθεν ὁ δεύτερος λέγων, Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.  
19 εἶπεν δὲ καὶ τούτῳ, Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.  
20 καὶ ὁ ἑτερος ἦλθεν λέγων, Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·  
21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἰρεις ὃ οὐκ ἐθηκας καὶ θερίζεις ὃ οὐκ ἐσπειρας.  
22 λέγει αὐτῷ, Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾐδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἰρων ὃ οὐκ ἐθηκα καὶ θερίζων ὃ οὐκ ἐσπειρὰ  
23 καὶ διὰ τί οὐκ ἐδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἐπραξα.  
24 καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἐχοντι  
25 – καὶ εἶπαν αὐτῷ, Κύριε, ἐχει δέκα μνᾶς.

 
26 λέγω ὑμῖν ὅτι παντὶ τῷ ἐχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἐχοντος καὶ ὃ ἐχει ἀρθήσεται.  
27 πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἐμπροσθέν μου.

 
28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἐμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα. The Triumphal Entry into Jerusalem Lk.19.28-38 (Jerusalem) -[ Lk.19.28-38 → ] - Mt.21.1-11, Mk.11.1-11, Jn.12.12-19
29 Καὶ ἐγένετο ὡς ἠγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὀρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν

 
30 λέγων, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε.  
31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετὲ οὑτως ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἐχει.

 
32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.  
33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον;  
34 οἱ δὲ εἶπαν ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἐχει.

 
35 καὶ ἠγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.

 
36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.  
37 Ἐγγίζοντος δὲ αὐτοῦ ἠδη πρὸς τῇ καταβάσει τοῦ Ὀρους τῶν Ἐλαιῶν ἠρξαντο ἀπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμε ων,  
38 λέγοντες,
Εὐλογημένος ὁ ἐρχόμενος
ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου·
ἐν οὐρανῷ εἰρήνη
καὶ δόξα ἐν ὑψίστοις.

- Blessed is the King Lk.19.38 - Ps.118.26
39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὀχλου εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.

 
40 καὶ ἀποκριθεὶς εἶπεν, Λέγω ὑμῖν, ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.  
41 Καὶ ὡς ἠγγισεν, ἰδὼν τὴν πόλιν ἐκλαυσεν ἐπ' αὐτήν,  
42 λέγων ὅτι Εἰ ἐγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην - νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.  
43 ὁτι ἡξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,  
44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ' ὧν οὐκ ἐγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.  
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἠρξατο ἐκβάλλειν τοὺς πωλοῦντας, The Cleansing of the Temple Lk.19.45-48 (Jerusalem) -[ Lk.19.45-48 → ] - Mt.21.12-17, Mk.11.15-19, Jn.2.13-22
46 λέγων αὐτοῖς, Γέγραπται,
Kαὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς,
ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

- My house shall be a house of prayer Lk.19.46 - Is.56.7, Jr.7.11
47 Καὶ ἦν διδάσκων τὸ καθ' ἡμέραν ἐν τῷ ἱερῷ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ·  
48 καὶ οὐχ εὑρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἀπας ἐξεκρέματο αὐτοῦ ἀκούων.  
    << | ΛΚ:19 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.