| 17 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
| 1 | Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ δῖ οὗ ἐρχεται· | Some Sayings of Jesus Lk.17.1-10 (Peraea) -[ Lk.17.1-10 → ] - Mt.18.6-7, Mt.18.21-22, Mk.9.42 | |
| 2 | λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἑνα. | ||
| 3 | προσέχετε ἑαυτοῖς. ἐὰν ἀμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἀφες αὐτῷ· | ||
| 4 | καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἀμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ. | ||
| 5 | Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡμῖν πίστιν. | ||
| 6 | εἶπεν δὲ ὁ κύριος, εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ , Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν. | ||
| 7 | Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἐχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ, Εὐθέως παρελθὼν ἀνάπεσε, | ||
| 8 | ἀλλ' οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἑως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; | ||
| 9 | μὴ ἐχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντὰ; | ||
| 10 | οὑτως καὶ ὑμεῖς, ὁταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. | ||
| 11 | Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας. | The Cleansing of Ten Lepers Lk.17.11-19 (borders of Samaria) - | |
| 12 | καὶ εἰσερχομένου αὐτοῦ εἰς τινα κώμην ἀπήντησαν δέκα λεπροὶ ἀνδρες, οἳ ἐστησαν πόρρωθεν, | ||
| 13 | καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. | ||
| 14 | καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. | ||
| 15 | εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, | ||
| 16 | καὶ ἐπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. | ||
| 17 | ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; | ||
| 18 | οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; | ||
| 19 | καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε. | ||
| 20 | Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἐρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἐρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, | The Coming of the Kingdom Lk.17.20-37 (borders of Samaria) -[ Lk.17.20-37 → ] - Mt.24.23-28, Mt.24.37-41 | |
| 21 | οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε· ἠ, ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν. | ||
| 22 | Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὀψεσθε. | ||
| 23 | καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ ἐκεῖ· Ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε. | ||
| 24 | ὡσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ' οὐρανὸν λάμπει, οὑτως ἐσται ὁ υἱὸς τοῦ ἀνθρώπου . | ||
| 25 | πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. | ||
| 26 | καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὑτως ἐσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· | The Unknown Day and Hour Lk.17.26-30 (borders of Samaria) -[ Lk.17.26-30 → ] - Mt.24.36-44, Mk.13.32-37, Lk.17.34-36 | |
| 27 | ἠσθιον, ἐπινον, ἐγάμουν, ἐγαμίζοντο, ἀχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας. | ||
| 28 | ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις λώτ· ἠσθιον, ἐπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· | ||
| 29 | ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἐβρεξεν πῦρ καὶ θεῖον ἀπ' οὐρανοῦ καὶ ἀπώλεσεν πάντας. | ||
| 30 | κατὰ τὰ αὐτὰ ἐσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. | ||
| 31 | ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἐσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. | ||
| 32 | μνημονεύετε τῆς γυναικὸς Λώτ. | ||
| 33 | ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ' ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν. | ||
| 34 | λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἐσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἑτερος ἀφεθήσεται· | ||
| 35 | ἐσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται. | ||
| 36 | δύο ὲν ἀγρῶ, εῖς παραλημθήσεται καὶ ὁ ἓτερος ἀφεθήσεται. | ||
| 37 | καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, κύριὲ ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται. | ||
| << | ΛΚ:17 | >> | |||
|---|---|---|---|