|
17 | ΚΑΤΑ ΛΟΥΚΑΝ |
|
1 |
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ δῖ οὗ ἐρχεται· | Some Sayings of Jesus Lk.17.1-10 (Peraea) -[ Lk.17.1-10 → ] - Mt.18.6-7, Mt.18.21-22, Mk.9.42 |
2 |
λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἑνα. | |
3 |
προσέχετε ἑαυτοῖς. ἐὰν ἀμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἀφες αὐτῷ· | |
4 |
καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἀμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ. | |
5 |
Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡμῖν πίστιν. | |
6 |
εἶπεν δὲ ὁ κύριος, εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ , Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν. | |
7 |
Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἐχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ, Εὐθέως παρελθὼν ἀνάπεσε, | |
8 |
ἀλλ' οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἑως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; | |
9 |
μὴ ἐχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντὰ; | |
10 |
οὑτως καὶ ὑμεῖς, ὁταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. | |
11 |
Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας. | The Cleansing of Ten Lepers Lk.17.11-19 (borders of Samaria) - |
12 |
καὶ εἰσερχομένου αὐτοῦ εἰς τινα κώμην ἀπήντησαν δέκα λεπροὶ ἀνδρες, οἳ ἐστησαν πόρρωθεν, | |
13 |
καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. | |
14 |
καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. | |
15 |
εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, | |
16 |
καὶ ἐπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. | |
17 |
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; | |
18 |
οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; | |
19 |
καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε. | |
20 |
Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἐρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἐρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, | The Coming of the Kingdom Lk.17.20-37 (borders of Samaria) -[ Lk.17.20-37 → ] - Mt.24.23-28, Mt.24.37-41 |
21 |
οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε· ἠ, ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν. | |
22 |
Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὀψεσθε. | |
23 |
καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ ἐκεῖ· Ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε. | |
24 |
ὡσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ' οὐρανὸν λάμπει, οὑτως ἐσται ὁ υἱὸς τοῦ ἀνθρώπου . | |
25 |
πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. | |
26 |
καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὑτως ἐσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· | The Unknown Day and Hour Lk.17.26-30 (borders of Samaria) -[ Lk.17.26-30 → ] - Mt.24.36-44, Mk.13.32-37, Lk.17.34-36 |
27 |
ἠσθιον, ἐπινον, ἐγάμουν, ἐγαμίζοντο, ἀχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας. | |
28 |
ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις λώτ· ἠσθιον, ἐπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· | |
29 |
ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἐβρεξεν πῦρ καὶ θεῖον ἀπ' οὐρανοῦ καὶ ἀπώλεσεν πάντας. | |
30 |
κατὰ τὰ αὐτὰ ἐσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. | |
31 |
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἐσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. | |
32 |
μνημονεύετε τῆς γυναικὸς Λώτ. | |
33 |
ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ' ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν. | |
34 |
λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἐσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἑτερος ἀφεθήσεται· | |
35 |
ἐσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται. | |
36 |
δύο ὲν ἀγρῶ, εῖς παραλημθήσεται καὶ ὁ ἓτερος ἀφεθήσεται. | |
37 |
καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, κύριὲ ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται. | |
|
|
<< | ΛΚ:17 | >> |
|